Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ἐὰν δὲ δὴ βωμὸν ἢ ναὸν νῦν
τινος ἱδρύσασθαι θελήσωμεν: καὶ γὰρ εἰ πάντων εἰσὶ παρ᾽ ὑμῖν
τῶν θεῶν, οὐκ ἀδύνατον οἶμαι καὶ κρείττω κατασκευάσαι τοῦπρότερον καὶ διὰ πλειόνων τιμᾶν προελέσθαι τὸν αὐτόν: ἆρ᾽ οὐχ
ἕτοιμον ἐξοικίσαι τινὰ τῶν ἄλλων θεῶν ἢ μετενεγκεῖν τι τῶν ἤδη
καθιερωμένων; ἢ καὶ τὴν ἐπιγραφὴν ἀλλάξαι μόνον, ὃ νῦν ποιοῦμεν;
καίτοι τὸν μὲν Ἀπόλλω καὶ τὸν Ἥλιον καὶ τὸν Διόνυσον
ἔνιοί φασιν εἶναι τὸν αὐτόν, καὶ ὑμεῖς οὕτω νομίζετε, πολλοὶ δὲκαὶ ἁπλῶς τοὺς θεοὺς πάντας εἰς μίαν τινὰ ἰσχὺν καὶ δύναμιν
συνάγουσιν, ὥστε μηδὲν διαφέρειν τὸ τοῦτον ἢ ἐκεῖνον τιμᾶν. ἐπὶ
δὲ τῶν ἀνθρώπων οὐθέν ἐστι τοιοῦτον: ἀλλ᾽ ὁ διδοὺς τὰ τοῦδε
ἑτέρῳ τοῦτον ἀφῄρηται τῶν ἑαυτοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.