Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[104]
καὶ λέγω ταῦτα οὐκ ὀνειδίζων οὐδὲ τῶν
προγόνων ὑμᾶς χείρονας ποιῶν: οὐ γὰρ ὅτι μὴ δύνασθε ταὐτὰ
πράττειν ἐκείνοις, ἀλλ᾽ ὅτι καιρὸς οὐκ ἔστι τῶν τοιούτων, ἐν εἰρήνῃ
διάγετε. δῆλον γὰρ ὡς κἀκεῖνοι μᾶλλον ἐβούλοντο μὴ κινδυνεύειν,
καὶ διὰ τοῦτο ἐπόνουν, ἵνα καταστῇ ποτε τὰ πράγματα,
πλὴν ὅτι γε οὐκ ἴσα ὑμῖν ἀνήλισκον. ἵνα γὰρ τἄλλα ἀφῇ τις, τὸ
τῶν νεωρίων, τὸ τῶν ὅπλων, τὸ τῶν μηχανημάτων, ὃ νῦν εἶπον, αὐτὸ
δήπου τὸ τῶν τειχῶν οὐκ ἔστιν ὅμοιον, ὡς ἐφ᾽ ὑμῶν ἐπισκευάζεται.
καὶ γὰρ ἂν τὰ τῆς ἐπιμελείας θῇ τις μὴ διαφέρειν, ἀλλά τοι σχολῇ
γίγνεται καὶ κατ᾽ ὀλίγον καὶ ὁπηνίκα τις βούλεται: τότε δὲ οὐκ ἦν
αὐτὰ μὴ ἑστάναι. καὶ νῦν μὲν ὑφ᾽ ὑμῶν δοκιμασθησόμενα οἰκοδομεῖται,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.