Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[103]
οὐ γὰρ ὅμοιον ἑκατὸν νεῶν ἢ
καὶ πλειόνων στόλον ἀποστεῖλαι καὶ πάλιν ἑβδομήκοντα καὶ τριάκοντα
ἑτέρων, καὶ τοῦτον ἔσθ᾽ ὅτε μὴ καταλύειν τριῶν ἢ τεττάρων
ἐτῶν: οὐδὲ συνεχῶς τριήρεσι πλεῖν, οὐ μέχρι Κύπρου καὶ
Κιλικίας, ἀλλ᾽ ὁτὲ μὲν εἰς Αἴγυπτον, ὁτὲ δὲ εἰς τὸν Εὔξεινον, τὸ
δὲ τελευταῖον ἐν αὐτῷ τῷ Ὠκεανῷ: οὐδὲ ξένους στρατιώτας τρέφειν
τὰ φρούρια καὶ τὴν χώραν φυλάττοντας: καὶ ὃ νῦν ἐφ᾽ ἡμῶν
ἰδεῖν ἔστι, μιᾷ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἢ δυσὶν ἀφράκτοις ἀπαντᾶν
εἰς Κόρινθον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.