Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[100]
πάνυ τοίνυν ὄντος ἀτόπου τοῦ γιγνομένου, μᾶλλον δὲ ἀσεβοῦς,ἧττον ἂν δεινὸν ἦν, εἰ μὴ διὰ τοιαύτην πρόφασιν συνέβαινε, δι᾽ οἵαν τινές φασιν, ὡς ἀπολογούμενοι περὶ τῆς πόλεως. τὸ γὰρ δι᾽ ἀργύριον πράττειν ὁτιοῦν τῶν ἄλλως αἰσχρῶν ἅπαντες αἴσχιον
ἡγοῦνται τοῦ καθ᾽ ἑτέραν τινὰ αἰτίαν. ὅταν οὖν προβαλλόμενοι
τὴν δαπάνην καὶ τὸ δεῖν ἀναλίσκειν εἰ ποιήσεσθε ἑτέρους ἀνδριάντας,ἀξιῶσι παραπέμπειν τὸ πρᾶγμα, δῆλον ὅτι μεῖζον τὸ
ὄνειδος κατασκευάζουσιν, εἰ χρημάτων ἕνεκα δόξετε ἀδικεῖν, καὶ
ταῦτα πλουτοῦντες, ὡς οὐδένες ἄλλοι τῶν Ἑλλήνων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.