Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων καὶ ἰδιωτῶν μικράν τινα ἀρχὴν
ἐχόντων ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος: ὅτου δ᾽ ἄν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ
τῆς ἐκείνου γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις
ἀποβλέπῃ πρὸς τὴν φρόνησιν, πάντων οὗτος ἀνθρώπων
γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾖ τοιοῦτος. τοῦ γὰρ πάντων
ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας
ὠφελεὶν: βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.