Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἀξίαν ἄρχοντας. ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν
αὑτοῦ πρόνοιαν οὕτως ὡς αὐτῷ τὴν ἐκείνων ἀρχήν. καὶ μὴν ἐκεῖνο
ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν,
οὐδὲ τοὺς θεοὺς ἀναθήμασιν οὐδὲ θυσίαις οἴεται χαίρειν τῶν ἀδίκων
ἀνδρῶν, παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ διδόμενα.τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις:
ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ
[p. 43]
ταῖς δικαίαις πράξεσιν. ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ
τὴν τοῦ θεοῦ δύναμιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.