Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ἔπειτα δὲ οἶμαι ἀεί ποτε μὲν ὁ πονηρὸς ἀνόητος λέγεται
καὶ ἔστιν ὄντως, τῷ δὲ ἄφρονι πάντας ὑπερβέβληκεν ὁ κόλαξ.
μόνος γὰρ τῶν ἀφανιζόντων τὴν ἀλήθειαν πρὸς ἐκείνους θαρρεῖ
τὰ ψευδῆ λέγειν τοὺς μάλιστα εἰδότας ὅτι ψεύδεται. τίς γὰρ
ἄπειρός ἐστι τῶν ἑαυτοῦ πραγμάτων; ἢ τίς ἠλίθιος οὕτως ὅστις
οὐκ οἶδεν πότερον πόνοις ἢ ῥᾳθυμίᾳ χαίρει καὶ πότερον ἥδεται
πλέον ἔχων ἢ τὰ δίκαια πράττων καὶ πότερον ἡδονῶν ἥττων ἐστὶν
ἢ τῶν καλῶν πράξεων ἐραστής;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.