previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] ἕνεκα ἐκτήσατο τὴν ἐμπειρίαν. οὐκοῦν καὶ ὑμεῖς, ἔφη, ἐπειδὰν δέῃ τι βουλεύεσθαι περὶ τῆς πόλεως, συνελθόντες εἰς τὴν ἐκκλησίαν, οἱ μὲν ὑμῶν κιθαρίζουσιν ἀναστάντες, οἱ δέ τινες παλαίετε, ἄλλοι δὲ ἀναγιγνώσκετε τῶν Ὁμήρου τι λαβόντες τῶν Ἡσιόδου; ταῦτα γὰρ ἄμεινον ἴστε ἑτέρων, καὶ ἀπὸ τούτων οἴεσθε ἄνδρεσἀγαθοὶ ἔσεσθαι καὶ δυνήσεσθαι τά τε κοινὰ πράττειν ὀρθῶς καὶ τὰ ἴδια, καὶ νῦν ἐπὶ ταύταις ταῖς ἐλπίσιν οἰκεῖτε τὴν πόλιν καὶ τοὺς υἱέας παρασκευάζετε ὡς δυνατοὺς ἐσομένους χρῆσθαι τοῖς τε αὑτῶν καὶ τοῖς δημοσίοις πράγμασιν, οἳ ἂν ἱκανῶς κιθαρίσωσι Παλλάδα περσέπολιν δεινὰν τῷ ποδὶ βῶσι πρὸς τὴν λύραν:ὅπως δὲ γνώσεσθε τὰ συμφέροντα ὑμῖν αὐτοῖς καὶ τῇ πατρίδι καὶ νομίμως καὶ δικαίως μεθ᾽ ὁμονοίας πολιτεύσεσθε καὶ οἰκήσετε, μὴ ἀδικῶν ἄλλος ἄλλον μηδὲ ἐπιβουλεύων, τοῦτο δὲ οὐδέποτε ἐμάθετε οὐδὲ ἐμέλησεν ὑμῖν πώποτε οὐδὲ νῦν ἔτι φροντίζετε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: