Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[98]
καίτοι πῶς ἂν ὁ Ἀχιλλεὺς ἐν τοσούτῳ κινδύνῳ τοῦ στρατοπέδου
ὄντος καὶ τῶν νεῶν ἤδη καιομένων καὶ ὅσον οὔπω ἐπ᾽ αὐτὸν
ἥκοντος τοῦ δεινοῦ, καὶ τὸν Ἕκτορα ἀκούων ὅτι φησὶ μηδένα αὑτῷἀξιόμαχον εἶναι καὶ τὸν Δία βοηθεῖν αὑτῷ καὶ δεξιὰ σημεῖα φαίνειν,
εἴ γε ἐβούλετο σῶσαι τοὺς Ἀχαιούς, αὐτὸς μὲν ἐν τῇ σκηνῇ
ἔμενεν ἄριστος ὢν μάχεσθαι, τὸν δὲ πολὺ χείρονα αὑτοῦ ἔπεμπε;
καὶ ἅμα μὲν παρήγγελλεν ἐμπεσεῖν ἰσχυρῶς καὶ ἀμύνεσθαι τοὺς
Τρῶας, ἅμα δὲ τῷ Ἕκτορι μὴ μάχεσθαι; οὐδὲ γὰρ ἐπ᾽ ἐκείνῳ ἦν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.