Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[96]
καταφανὴς οὖν ἐγεγόνει αὐτῷ διὰ τούτων
ἁπάντων εὐάλωτος ὤν, ἅτε δεινῷ τὴν πολεμικὴν τέχνην: ὥστε
θαρρῶν ἀπήντησεν αὐτῷ κατὰ μέσον τὸ πεδίον. καὶ τὸ μὲν πρῶτον
ἐνέκλινεν ὡς φεύγων, ἀποπειρώμενος αὐτοῦ, ἅμα δὲ κοπῶσαι
βουλόμενος, ὁτὲ μὲν περιμένων, ὁτὲ δὲ ἀποφεύγων: ἐπεὶ δὲ ἑώρα
βραδύνοντα καὶ ἀπολειπόμενον, οὕτως ὑποστρέψας αὐτὸς ἧκεν ἐπ᾽
[p. 140]
αὐτὸν οὐδὲ τὰ ὅπλα φέρειν ἔτι δυνάμενον, καὶ συμβαλὼν ἀπέκτεινε
καὶ τῶν ὅπλων ἐκράτησεν, ὡς καὶ τοῦτο Ὅμηρος εἴρηκε. τοὺς δὲ
ἵππους διῶξαι μέν φησι τὸν Ἕκτορα, οὐ λαβεῖν δέ, κἀκείνων ἁλόντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.