Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[95]
τὸν δὲ Ἕκτορα ἐν τούτῳ παραφυλάττειν, ἐμπειρότατον
ὄντα καιρὸν μάχης ξυνεῖναι, καὶ μέχρι μὲν ἤκμαζεν ὁ Ἀχιλλεὺς
καὶ νεαλὴς ὢν ἐμάχετο, μὴ ξυμφέρεσθαι αὐτῷ, μόνον δὲ τοὺς
ἄλλους παρακαλεῖν: ἐπεὶ δ᾽ ᾐσθάνετο κάμνοντα ἤδη καὶ πολὺ τῆς
πρότερον ὑφεικότα ὁρμῆς, ἅτε οὐ ταμιευσάμενον ἐν τῷ ἀγῶνι, καὶ
ὑπὸ τοῦ ποταμοῦ κοπωθέντα μείζονος ἐρρυηκότος ἀπείρως διαβαίνοντα,
καὶ ὑπό τε Ἀστεροπαίου τοῦ Παίονος ἑώρα τετρωμένον,
Αἰνείαν τε συστάντα αὐτῷ καὶ μαχεσάμενον ἐπὶ πλέον, ὁπότε δὲ
ἐβουλήθη ἀσφαλῶς ἀποχωρήσαντα, Ἀγήνορα δὲ οὐ καταλαβόντα
ὁρμήσαντα διώκειν: καίτοι τούτῳ μάλιστα προεῖχεν ὁ Ἀχιλλεὺς
ὅτι ἐδόκει τάχιστος εἶναι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.