Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
τὸν Τυνδάρεων καὶ μηθὲν αὐτὸν κωλῦσαι τὴν ἡλικίαν. οὐ
γὰρ δὴ Νέστορος παλαιότερος ἦν οὐδὲ Φοίνικος, οὐδὲ μᾶλλον
ἐκείνους προσῆκον ἦν ἀγανακτεῖν ἢ τὸν πατέρα αὐτόν. ἀλλ᾽ οὔτε
αὐτὸς οὔτε οἱ παῖδες ἧκον οὐδὲ ἦν αὐτοῖς βουλομένοις τὰ τῆς
στρατείας. ἑκόντες γὰρ αὐτοὶ τὴν Ἑλένην ἐξέδωκαν, προκρίναντεστῶν ἄλλων μνηστήρων τὸν Ἀλέξανδρον διὰ μέγεθος τῆς ἀρχῆς καὶ
ἀνδρείαν: οὐδενὸς γὰρ ἦν χείρων τὴν ψυχήν. οὔτε οὖν ἐκεῖνοι
ἀφίκοντο πολεμήσοντες οὔτε Λακεδαιμονίων οὐδείς, ἀλλὰ καὶ τοῦτο
ψεῦδός ἐστιν ὅτι Μενέλαος ἦγε Λακεδαιμονίους καὶ τῆς Σπάρτης
ἐβασίλευε Τυνδάρεω ζῶντος ἔτι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.