Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
ὁ δὲ Ἀλέξανδρος
ἀδεῶς καὶ μετὰ τοσαύτης ἐξουσίας ἔπραττε τὸ πρᾶγμα,
ὥστε οὐκ ἦν ἱκανὸν αὐτῷ τῆν γυναῖκα ἀπαγαγεῖν, ἀλλὰ καὶ τὰ
χρήματα προσεπέθετο — καὶ μηδὲ ἐπαναχθῆναι μηδένα αὐτῷ, μήτε[p. 131]
τῶν τοῦ Μενελάου μήτε τῶν τοῦ Τυνδάρεω μήτε τοὺς ἀδελφοὺς
τῆς Ἑλένης, καὶ ταῦτα νεῶν οὐσῶν ἐν τῇ Λακωνικῇ, ἔτι δὲ πρότερον
πεζῇ ἀπὸ Σπάρτης ἐπὶ θάλατταν κατιόντων, παραχρῆμα,
ὡς εἰκός, περιβοήτου γενομένης τῆς ἁρπαγῆς; καὶ οὕτω μὲν οἰ
δυνατὸν ἐλθεῖν Ἑλένην μετὰ Ἀλεξάνδρου: γάμῳ δὲ παρ᾽ ἑκόντων
δοθεῖσαν τῶν οἰκείων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.