Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καίτοι φασὶ μὲν οἱ πολλοὶ τὸν χρόνον
τῶν πραγμάτων καὶ κριτὴν ἄριστον εἶναι, ὅτι δ᾽ ἂν ἀκούωσι μετὰπολὺν χρόνον, διὰ τοῦτο ἄπιστον νομίζουσιν. εἰ μὲν οὖν παρ᾽
Ἀργείοις ἐτόλμων ἀντιλέγειν Ὁμήρῳ, καὶ τὴν ποίησιν αὐτοῦ δεικνύναι
ψευδῆ περὶ τὰ μέγιστα, τυχὸν ἂν εἰκότως ἤχθοντό μοι καὶ
τῆς πόλεως ἐξέβαλλον εἰ τὴν παρ᾽ ἐκείνων δόξαν ἐφαινόμην ἀφανίζων
καὶ καθαιρῶν: ὑμᾶς δὲ δίκαιόν ἐστί μοι χάριν εἰδέναι καὶἀκροᾶσθαι προθύμως: ὑπὲρ γὰρ τῶν ὑμετέρων προγόνων ἐσπούδακα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.