Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[58]
ἄρχοντα τῆς χώρας; εἰ δ᾽ ἦν οὕτως ὥς φασι, πῶς οὐκ ἔφριττον
οἱ Τρῶες καὶ ὁ Πρίαμος τὴν πρὸς τοὺς Ἕλληνας ἔχθραν, εἰδότες
ὅτι καὶ πρότερον οὐδὲν τηλικοῦτον ἐξαμαρτόντες ἀπώλοντο καὶ
ἀνάστατοι ἐγένοντο, καὶ πολλοὶ μνημονεύοντες τὴν ἅλωσιν μηδὲν
τούτων ἐννοῆσαι μηδὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν;τίνα δὲ τρόπον ἀφικόμενος εἰς τὴν Ἑλλάδα συνῆν τῇ Ἑλένῃ καὶ
διελέγετο καὶ τελευτῶν ἀνέπεισεν αὐτήν φυγεῖν, μήτε γονέων
μήτε πατρίδος μήτε ἀνδρὸς ἢ θυγατρὸς μήτε τῆς παρὰ τοῖς Ἕλλησι
φήμης φροντίσασαν, ἀλλὰ μηδὲ τοὺς ἀδελφοὺς φοβηθεῖσαν περιόντας,
οἳ πρότερον αὐτὴν ἀφείλοντο Θησέως καὶ οὐ περιεῖδον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.