Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[56]
ἐξ ἀρχῆς δὲ πράττοντι συγχωρῆσαι ταῦτα; ὅ τε Ἕλενος πῶς οὐ
προέλεγε μάντις ὤν, ἥ τε Κασσάνδρα θεοφορουμένη, πρὸς δὲ τούτοις
ὁ Ἀντήνωρ δοκῶν φρονεῖν, ἀλλ᾽ ὕστερον ἠγανάκτουν καὶ ἐπέπληττον
ἐπὶ πεπραγμένοις, ἐξὸν ἀφ᾽ ἑστίας κωλύειν; ἵνα δὲ
εἰδῇς τὴν ὑπερβολὴν τῆς ἠλιθιότητος καὶ ὡς τὰ ψευδῆ ἀλλήλοις
μάχεται: λέγουσι γὰρ ὡς πρὸ ὀλίγων ἐτῶν Ἡρακλῆς πεπορθήκει
τὴν πόλιν διὰ μικρὰν πρόφασιν, ὀργισθεὶς ὑπὲρ ἵππων, ὅτι ὑποσχόμενος
αὐτῷ δώσειν ὁ Λαομέδων ψεύσαιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.