Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
ἔπειτα βουλόμενος τὴν αἰτίαν εἰπεῖν τῶν κακῶν, ἀφεὶς τὸν Ἀλέξανδρον
καὶ τὴν Ἑλένην περὶ Χρύσου φλυαρεῖ καὶ τῆς ἐκείνου θυγατρός.
ἐγὼ οὖν ὡς ἐπυθόμην παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων ἑνὸς εὖ
μάλα γέροντος ἐν τῇ Ὀνούφι, ἄλλα τε πολλὰ τῶν Ἑλλήνων καταγελῶντος
ὡς οὐθὲν εἰδότων ἀληθὲς περὶ τῶν πλείστων, καὶ μάλιστα
δὴ τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαν τέ εἰσι πεπεισμένοι ὡς
ἀλοῦσαν ὑπὸ Ἀγαμέμνονος καὶ ὅτι Ἑλένη συνοικοῦσα Μενελάῳ
ἠράσθη Ἀλεξάνδρου: καὶ ταῦτα οὕτως ἄγαν πεπεισμένοι εἰσὶν ὑφ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.