Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
ἀφανίσαι καὶ ποιῆσαι τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν. ὅθεν οὔτε
τὴν ἀρχὴν οὔτε τὸ τέλος ἐτόλμησεν εἰπεῖν ἐκ τοῦ εὐθέος, οὐδὲ
ὑπέσχετο ὑπὲρ τούτων οὐδὲν ἐρεῖν, ἀλλ᾽ εἴ που καὶ μέμνηται,
παρέργως καὶ βραχέως, καὶ δῆλός ἐστιν ἐπιταράττων: οὐ γὰρἐθάρρει πρὸς αὐτὰ οὐδὲ ἐδύνατο εἰπεῖν ἑτοίμως. συμβαίνει δὲ
καὶ τοῦτο τοῖς ψευδομένοις ὡς τὸ πολύ γε, ἄλλα μέν τινα λέγειν
τοῦ πράγματος καὶ διατρίβειν ἐπ᾽ αὐτοῖς, ὃ δ᾽ ἂν μάλιστα κρύψαι
θέλωσιν, οὐ προτιθέμενοι λέγουσιν οὐδὲ προσέχοντι τῷ ἀκροατῇ,
οὐδ᾽ ἐν τῇ αὑτοῦ χώρᾳ τιθέντες, ἀλλ᾽ ὡς ἂν λάθοι μάλιστα,καὶ διὰ τοῦτο καὶ ὅτι αἰσχύνεσθαι ποιεῖ τὸ ψεῦδος καὶ ἀποκνεῖν
προσιέναι πρὸς αὑτό, ἄλλως τε ὅταν ᾖ περὶ τῶν μεγίστων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.