Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ὅτι δὲ τὸ ψεῦδος οὐκ ὤκνει πάντων
μάλιστα οὐδὲ αἰσχρὸν ἐνόμιζε, τοῦτο λέγω: πότερον δὲ ὀρθῶς ἢ
μὴ παρίημι νῦν σκοπεῖν. ἀφεὶς οὖν ὅσα δοκεῖ δεινὰ πεποιηκέναι
περὶ θεῶν καὶ οὐ πρέποντα ἐκείνοις, τοσοῦτό φημι μόνον, ὅτι
λόγους οὐκ ὤκνει τῶν θεῶν ἀπαγγέλλειν, οὕς φησιν αὐτοὺς διαλέγεσθαι
πρὸς αὑτούς, καὶ οὐ μόνον γε τοὺς ἐν κοινῷ γενομένους
καὶ παρατυγχανόντων ἁπάντων τῶν θεῶν, ἀλλὰ καὶ οὓς ἰδίᾳ τινὲς
διαλέγονται ἀλλήλοις,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.