Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[151]
τὸ μὲν γὰρ μὴ ἑλεῖν τινα πόλιν οὐδὲν
ἄτοπον, οὐδέ γε τὸ στρατεύσαντας ἐπὶ χώραν μηδὲν αὐτοῖς προσήκουσαν
ἔπειτα εἰρήνην ποιησαμένους ἀπελθεῖν, οὐδέ γε ἄνδρα
ἀγαθὸν ὄντα τὴν ψυχὴν ὑπὸ ἀνδρὸς ὁμοίου τελευτῆσαι μαχόμενον,
[p. 154]
οὐδὲ τοῦτο ὄνειδος: ἀλλὰ καὶ ἀποδέξαιτο ἄν τις μέλλων ἀποθνῄσκειν,
ὥσπερ ὅ γε Ἀχιλλεὺς πεποίηται λέγων,
ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι, ὅς ἐνθάδε τέτραφ᾽ ἄριστος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.