Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[148]
τοῦτο
δὲ τὸ στρατήγημα παρὰ πολλοῖς ἐστιν. ἐγὼ γοῦν ἀνδρὸς ἤκουσα
Μήδου λέγοντος ὅτι οὐδὲν ὁμολογοῦσιν οἱ Πέρσαι τῶν παρὰ τοῖς
Ἕλλησιν, ἀλλὰ Δαρεῖον μέν φασιν ἐπὶ Νάξον καὶ Ἐρέτριαν πέμψαι
τοὺς περὶ Δᾶτιν καὶ Ἀρταφέρνην, κἀκείνους ἑλόντας τὰς πόλεις
ἀφικέσθαι παρὰ βασιλέα. ὁρμούντων δὲ αὐτῶν περὶ τὴν Εὔβοιαν
ὀλίγας ναῦς ἀποσκεδασθῆναι πρὸς τὴν Ἀττικήν, οὐ πλείους τῶν
εἴκοσι, καὶ γενέσθαι τινὰ μάχην τοῖς ναύταις πρὸς τοὺς αὐτόθεν
ἐκ τοῦ τόπου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.