Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[140]
ἀλλὰ τὸ γενόμενον δυνατὸν γενέσθαι. τὸν δὲ Ἕκτορά
φασιν, ὡς ἀπέπλευσαν οἱ Ἀχαιοί, πολλοῦ πλήθους εἰς τὴν πόλιν
συνεληλυθότος καὶ μηδὲ τῶν ἐπικούρων ἀπιέναι βουλομένων ἁπάντων,
ἔτι δὲ ὁρῶντα τὸν Αἰνείαν οὐκ ἀνεχόμενον, εἰ μὴ μέρος λάβοι
τῆς ἀρχῆς: ταῦτα γὰρ ὑποσχέσθαι τὸν Πρίαμον αὐτῷ διαπολεμήσαντι
τὸν πόλεμον καὶ ἐκβαλόντι τοὺς Ἀχαιούς: οὕτω δὴ τὴν
ἀποικίαν στεῖλαι χρημάτων τε οὐ φεισάμενον καὶ πλῆθος ὁπόσον
αὐτὸς ἐβούλετο πέμψαντα μετὰ πάσης προθυμίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.