Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[139]
ταῦτα δὲ οὐκ εἰκὸς ἦν
πρᾶξαι φυγάδας ἀνθρώπους καὶ ταῖς οἴκοθεν ξυμφοραῖς καταβεβλημένους,
ἀλλ᾽ ἀγαπᾶν, εἴ τις αὐτοὺς εἴα κατοικεῖν: ἄλλως τε μετὰ
ποίας ἀφορμῆς ἀφικομένους χρημάτων ἢ στρατιᾶς διὰ μέσων τῶν
πολεμίων φεύγοντας, ἐμπεπρησμένης τῆς πόλεως, πάντων ἀπολωλότων,
ὅπου χαλεπὸν ἦν τὰ σώματα αὐτὰ διασῶσαι τοὺς ἰσχύοντας
καὶ νέους, ἀλλ᾽ οὐ μετὰ παίδων, γυναικῶν καὶ γονέων καὶ χρημάτων
ἀπανίστασθαι, καὶ ταῦτα ἀδοκήτως τε καὶ παρ᾽ ἐλπίδας
ἁλούσης τῆς πόλεως, οὐχ ὥσπερ εἰώθασι κατὰ σπονδὰς κατ᾽ ὀλίγον
ἐκλείπειν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.