Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[136]
σχεδὸν δὲ καὶ Ὅμηρος ἐπίσταται τοῦτο καὶ αἰνίττεται, φήσας τὸν
Μενέλαον μετὰ τὴν τελευτὴν ὑπὸ τῶν θεῶν εἰς τὸ Ἠλύσιον πεδίον
πεμφθῆναι, ὅπου μήτε νιφετὸς γίγνεται μήτε χειμών, ἀλλ᾽ αἰθρία
δἰ ἔτους καὶ πρᾷος ἀήρ: ὁ γὰρ ἐπὶ τῆς Αἰγύπτου τόπος τοιοῦτός
ἐστιν. δοκοῦσι δέ μοι καὶ τῶν ὕστερον ποιητῶν τινες ὑποπτεῦσαιτὰ πράγματα. τὴν γὰρ Ἑλένην ἐπιβουλευθῆναι μὲν ὑπὸ Ὀρέστου
λέγει τις τῶν τραγῳδοποιῶν εὐθὺς ἐλθοῦσαν, γενέσθαι δὲ ἀφανῆ
τῶν ἀδελφῶν ἐπιφανέντων. τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ
ἐφαίνετο ἡ Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.