Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[128]
ἐπειδὴδὲ Αἴαντος ἦν τάφος καὶ πάντες ᾔδεσαν αὐτὸν ἐν Τροίᾳ τελευτήσαντα,
ἵνα δὴ μὴ ποιήσῃ τὸν ἀποκτείναντα ἔνδοξον, αὐτὸς αὑτὸν
ἀνελών. οἱ δὲ Ἀχαιοὶ φεύγοντες μὲν ἐκ τῆς Ἀσίας σιωπῇ καὶ
τὰς σκηνὰς κατακαύσαντες καὶ τὸ ναύσταθμον ἁφθὲν ὑπὸ τοῦ
Ἕκτορος καὶ τὸ τεῖχος αὐτῶν ἑαλωκός, καὶ ἀνάθημα ἀναθέντες τῇἈθηνᾷ καὶ ἐπιγράψαντες, ὡς ἔθος ἐστὶ τοὺς ἡττημένους, οὐδὲν
δὲ ἧττον τὴν Τροίαν ἑλόντες, ἐν δὲ τῷ ἵππῳ τῷ ξυλίνῳ στράτευμα
ἀνθρώπων ἀποκρυφθέν. οἱ δὲ Τρῶες ὑποπτεύσαντες μὲν
τὸ πρᾶγμα καὶ βουλευσάμενοι κατακαῦσαι τὸν ἵππον ἢ διατεμεῖν,
μηθὲν δὲ τούτων ποιήσαντες, ἀλλὰ πίνοντες καὶ καθεύδοντες, καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.