Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[120]
διδόντων. ὁ δὲ Ὀδυσσεύς, οὗτος γὰρ ἐπρέσβευε περὶ τῆς εἰρήνης,
παρῃτεῖτο, ἐπιδεικνὺς ὅτι οὐχ ἥττω δεδράκασιν ἢ πεπόνθασιν, καὶ
τὴν αἰτίαν ἐκείνοις ἀνετίθει τοῦ πολέμου: μηδὲν γὰρ δεῖν Ἀλέξανδρον
τοσούτων οὐσῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, τὸν δὲ εἰς τὴνἙλλάδα ἐλθόντα μνηστεύειν καὶ ἀπελθεῖν καταγελάσαντα τῶν
ἀρίστων παρ᾽ αὐτοῖς, πλούτῳ νικήσαντα: συμβῆναι γὰρ οὐχ ἁπλῶς
τὴν μνηστείαν, ἀλλὰ ἐπιβουλεύειν αὐτὸν τοῖς ἐκεῖ πράγμασι διὰ
τούτου μὴ λανθάνειν αὐτούς: ὥστε τὸ λοιπὸν ἠξίου παύσασθαι,
τοσούτων κακῶν γεγονότων ἀμφοτέροις, καὶ ταῦτα ἐπιγαμίας τεοὔσης καὶ συγγενείας τοῖς Ἀτρείδαις πρὸς αὐτοὺς διὰ Πέλοπα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.