Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[115]
μετεπέμψαντο δὲ καὶ οἱ Ἀχαιοὶ παρ᾽
αὑτῶν εἴ τινα ἐδύναντο ὠφέλειαν: τῶν μὲν γὰρ ἔξωθεν οὐδὲν
οὐδεὶς ἔτι προσεῖχεν αὐτοῖς: ἀλλὰ Νεοπτόλεμόν τε τὸν Ἀχιλλέως
κομιδῇ νέον ὄντα καὶ Φιλοκτήτην ὑπεροφθέντα πρότερον διὰ τὴν
νόσον, καὶ τοιαύτας βοηθείας οἴκοθεν ἀσθενεῖς καὶ ἀπόρους. ὧν
ἀφικομένων μικρὸν ἀναπνεύσαντες πάλιν διέπλευσαν εἰς τὴν Τροίαν,
καὶ περιεβάλοντο τεῖχος ἕτερον πολὺ ἔλαττον, οὐκ ἐν ᾧ πρότερον
τόπῳ παρὰ τὸν αἰγιαλόν, ἀλλὰ τὸ ὑψηλὸν αὐτοῦ καταλαβόντες.
[p. 145]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.