Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[103]
ὑφορώμενος δὲ μή τις ἄρα καὶ τοῦ Πατρόκλου
ζητῇ τάφον: ὥσπερ οἶμαι καὶ τῶν ἄλλων ἀριστέων τῶν ἀποθανόντων
ἐν Τροίᾳ φανεροί εἰσιν οἱ τάφοι: διὰ τοῦτο προκαταλαμβάνων
οὐκ ἔφη τάφον αὐτοῦ γενέσθαι καθ᾽ αὑτόν, ἀλλὰ μετὰ
τοῦ Ἀχιλλέως τεθῆναι. καὶ Νέστωρ μὲν οὐκ ἠξίωσε μετ᾽ Ἀντιλόχου
ταφῆναι δι᾽ αὐτὸν ἀποθανόντος, οἴκαδε τὰ ὀστᾶ κομίσας:
τὰ δὲ τοῦ Ἀχιλλέως ὀστᾶ ἀνεμίχθη τοῖς τοῦ Πατρόκλου; μάλιστα
μὲν οὖν ἐβούλετο Ὅμηρος ἀφανίσαι τὴν τοῦ Ἀχιλλέως τελευτὴν
ὡς οὐκ ἀποθανόντος ἐν Ἰλίῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.