Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[101]
καὶ τί ἦν ἐμποδὼν αὐτὸν προελθόντα
ἐφ᾽ ὅσον ἐβούλετο πάλιν μηνίειν; ξυνεὶς δὲ τῆς τοιαύτης
ἀλογίας αἰνίττεται διὰ πρόρρησίν τινα μένειν αὐτόν, ὡς, εἰ ἐξῄει,
πάντως ἀποθανούμενον, ἄντικρυς αὐτοῦ κατηγορῶν δειλίαν: καίτοι
ἐξῆν αὐτῷ διὰ ταύτην τὴν πρόρρησιν ἀποπλεῦσαι διενεχθέντα
πρὸς τὸν Ἀγαμέμνονα. οὐ μέντοι ἀλλὰ καὶ περὶ τοῦ Πατρόκλου
ἐτύγχανεν ἀκηκοὼς τῆς μητρός, ὅν φησιν ἐν ἴσῳ τῇ ἑαυτοῦ κεφαλῇ
τιμᾶν καὶ μηδὲ αὐτὸς ἔτι βούλεσθαι ζῆν ἐκείνου ἀποθανόντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.