Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[100]
ὁ δὲ Ἀγαμέμνων ἄντικρυς ἔφη καὶ τὸν Ἀχιλλέα
φοβεῖσθαι καὶ μὴ βούλεσθαι συμβαλεῖν ἐκείνῳ; τοιγαροῦν οὕτω
βουλευσάμενον αὐτὸν λέγει τοῦ τε ἑταίρου στερηθῆναι καὶ πολλῶνἑτέρων, ὀλίγου δὲ καὶ τῶν ἵππων καὶ ἄοπλον γενέσθαι. ἃ οὐδέποτ᾽
[p. 141]
ἂν ἐποίησεν Ἀχιλλεὺς μὴ ἀπόπληκτος ὤν: εἰ δὲ μή, πάντως
ἂν αὐτὸν ἐκώλυσε Φοῖνιξ. ἀλλ᾽ οὐ γὰρ ἐβούλετο, φησί, ταχέως
ἀπαλλάξαι τοῦ κινδύνου τοὺς Ἀχαιούς, ἕως ἂν λάβῃ τὰ δῶρα, καὶ
ἅμα οὐδέπω τῆς ὀργῆς ἐπέπαυτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.