previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δρόμῳ οὖν πρὸς τὴν αὐλὴν ἔρχεται καὶ ἀποσεισάμενος τῶν σκελῶν τὴν χιόνα τούς τε βρόχους ἔστησε καὶ τὸν ἰξὸν ῥάβδοις μακραῖς ἐπήλειψε: καὶ ἐκαθέζετο τὸ ἐντεῦθεν ὄρνιθας καὶ τὴν Χλόην μεριμνῶν. [2] Ἀλλ̓ ὄρνιθες μὲν καὶ ἧκον πολλοὶ καὶ ἐλήφθησαν ἱκανοί, ὥστε πράγματα μυρία ἔσχε συλλέγων αὐτοὺς καὶ ἀποκτιννὺς καὶ ἀποδύων τὰ πτερά: τῆς δὲ αὐλῆς προῆλθεν οὐδείς, οὐκ ἀνήρ, οὐ γύναιον, οὐ κατοικίδιος ὄρνις, ἀλλὰ πάντες τῷ πυρὶ παραμένοντες ἔνδον [p. 287] κατεκέκλειντο, ὥστε πάνυ ἠπορεῖτο Δάφνις ὡς οὐκ ἐπ̓ αἰσίοις ὄρνισιν ἐλθών: καὶ ἐτόλμα πρόφασιν σκηψάμενος ὤσασθαι διὰ θυρῶν καὶ ἐζήτει πρὸς αὑτὸν τι λεχθῆναι πιθανώτατον. [3]Πῦρ ἐναυσόμενος ἦλθον.᾿ ῾Μὴ γὰρ οὐκ ἦσαν ἀπὸ σταδίου γείτονες;᾿ ῾Ἄρτους αἰτησόμενος ἧκον.᾿ ῾Ἀλλ̓ πήρα μεστὴ τροφῆς.᾿ ῾Οἴνου δέομαι.᾿ ῾Καὶ μὴν χθὲς καὶ πρώην ἐτρύγησας.᾿ ῾Λύκος με ἐδίωκε.᾿ ῾Καὶ ποῦ τὰ ἴχνη τοῦ λύκου;᾿ ῾Θηράσων ἀφικόμην τοὺς ὄρνιθας.᾿ ῾Τί οὖν [4] θηράσας οὐκ ἄπει;᾿ ῾Χλόην θεάσασθαι βούλομαι.’ Πατρὶ δὲ τίς καὶ μητρὶ παρθένου τοῦτο ὁμολογεῖ; Πταίων δὴ πανταχοῦἀλλ̓ οὐδὲνἔφητούτων ἁπάντων ἀνύποπτον. Ἄμεινον ἄρα σιγᾶν: Χλόην δὲ ἦρος ὄψομαι, ἐπεὶ μὴ εἵμαρτο, ὡς ἔοικε, χειμῶνός με [5] ταύτην ἰδεῖν.’ Τοιαῦτα δή τινα διανοηθεὶς καὶ σιωπῇ τὰ θηραθέντα συλλαβὼν ὥρμητο ἀπιέναι: καὶ ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος τάδε γίνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: