previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐγώ, παρθένε, μείζων εἰμὶ Δάφνιδος, κἀγὼ μὲν βουκόλος, δ̓ αἰπόλος: τοσοῦτον κρείττων ὅσον αἰγῶν βόες: καὶ λευκός εἰμι ὡς γάλα, καὶ πυρρὸς ὡς θέρος μέλλον ἀμᾶσθαι, καὶ ἔθρεψε μήτηρ, [p. 251] [2] οὐ θηρίον. Οὗτος δέ ἐστι σμικρὸς καὶ ἀγένειος ὡς γυνή, καὶ μέλας ὡς λύκος: νέμει δὲ τράγους, ὀδωδὼς ἀπ̓ αὐτῶν δεινόν, καὶ ἔστι πένης ὡς μηδὲ κύνα τρέφειν. Εἰ δ̓, ὡς λέγουσι, καὶ αἲξ αὐτῷ γάλα δέδωκεν, οὐδὲν ἐρίφου διαφέρει.’ [3] Ταῦτα καὶ τοιαῦτα Δόρκων: καὶ μετὰ ταῦτα ΔάφνιςἘμὲ αἲξ ἀνέθρεψεν ὥσπερ τὸν Δία: νέμω δὲ τράγους τῶν τούτου βοῶν μείζονας: ὄζω δὲ οὐδὲν ἀπ̓ αὐτῶν, ὅτι μηδὲ Πάν, καίτοιγε ὢν τὸ πλέον τράγος. [4] Ἀρκεῖ δέ μοι τυρὸς καὶ ἄρτος ὀβελίας καὶ οἶνος λευκός, ὅσα ἀγροίκων πλουσίων κτήματα. Ἀγένειός εἰμι, καὶ γὰρ Διόνυσος: μέλας, καὶ γὰρ ὑάκινθος: ἀλλὰ κρείττων καὶ Διόνυσος Σατύρων καὶ ὑάκινθος κρίνων. [5] Οὗτος δὲ καὶ πυρρὸς ὡς ἀλώπηξ καὶ προγένειος ὡς τράγος καὶ λευκὸς ὡς ἐξ ἄστεος γυνή: κἂν δέῃ σε φιλεῖν, ἐμοῦ μὲν φιλήσεις τὸ στόμα, τούτου δὲ τὰς ἐπὶ τοῦ γενείου τρίχας. Μέμνησο δέ, παρθένε, ὅτι καὶ σὲ ποίμνιον ἔθρεψεν, ἀλλὰ καὶ ὣς εἶ καλή.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: