previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οὐ μὴν ἀλλ̓ ἐπεὶ τὴν κρατίστην μοῖραν ἐπέχει τῶν ἄλλων τὸ πρῶτον, λέγω δὲ τὸ μεγαλοφυές, χρὴ κἀνταῦθα, [p. 60] καὶ εἰ δωρητὸν τὸ πρᾶγμα μᾶλλον κτητόν, ὅμως καθ̓ ὅσον οἷόν τε τὰς ψυχὰς ἀνατρέφειν πρὸς τὰ μεγέθη, καὶ ὥσπερ ἐγκύμονας ἀεὶ ποιεῖν γενναίου παραστήματος. [2] τίνα, φήσεις, τρόπον; γέγραφά που καὶ ἑτέρωθι τὸ τοιοῦτον: ὕψος μεγαλοφροσύνης ἀπήχημα. ὅθεν καὶ φωνῆς δίχα θαυμάζεταί ποτε ψιλὴ καθ̓ ἑαυτὴν ἔννοια δἰ αὐτὸ τὸ μεγαλόφρον, ὡς τοῦ Αἴαντος ἐν Νεκυίᾳ σιωπὴ μέγα καὶ παντὸς ὑψηλότερον λόγου. [3] πρῶτον οὖν τὸ ἐξ οὗ γίνεται προϋποτίθεσθαι πάντως ἀναγκαῖον, ὡς ἔχειν δεῖ τὸν ἀληθῆ ῥήτορα μὴ ταπεινὸν φρόνημα καὶ ἀγεννές. οὐδὲ γὰρ οἷόν τε μικρὰ καὶ δουλοπρεπῆ φρονοῦντας καὶ ἐπιτηδεύοντας παῤ ὅλον τὸν βίον θαυμαστόν τι καὶ τοῦ παντὸς αἰῶνος ἐξενεγκεῖν ἄξιον: μεγάλοι δὲ οἱ λόγοι τούτων, κατὰ τὸ εἰκός, ὧν ἂν ἐμβριθεῖς ὦσιν αἱ ἔννοιαι. [4] ταύτῃ καὶ εἰς τοὺς μάλιστα φρονηματίας ἐμπίπτει τὰ ὑπερφυᾶ: γὰρ τῷ Παρμενίωνι φήσαντι, ῾ἐγὼ μὲν ἠρκέσθην̓ ... ... ... τὸ ἐπ̓ οὐρανὸν ἀπὸ γῆς διάστημα: καὶ τοῦτ̓ ἂν εἴποι τις οὐ μᾶλλον τῆς Ἔριδος Ὁμήρου μέτρον. [5] ἀνόμοιόν γε τὸ Ἡσιόδειον ἐπὶ τῆς Ἀχλύος, εἴγε Ἡσιόδου καὶ τὴν Ἀσπίδα θετέον: τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον: οὐ γὰρ δεινὸν ἐποίησε τὸ εἴδωλον, ἀλλὰ μισητόν. δὲ πῶς μεγεθύνει τὰ δαιμόνια; ὅσσον δ̓ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν, ἥμενος ἐν σκοπτῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον: τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι. τὴν ὁρμὴν αὐτῶν κοσμικῷ διαστήματι καταμετρεῖ. τίς [p. 62] οὖν οὐκ ἂν εἰκότως διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους ἐπιφθέγξαιτο, ὅτι ἂν δὶς ἐξῆς ἐφορμήσωσιν οἱ τῶν θεῶν ἵπποι, οὐκέθ̓ εὑρήσουσιν ἐν κόσμῳ τόπον; [6] ὑπερφυᾶ καὶ τὰ ἐπὶ τῆς θεομαχίας φαντάσματα: ἀμφὶ δ̓ ἐσάλπιγξεν μέγας οὐρανὸς Οὔλυμπός τε. ἔδδεισεν δ̓ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, δείσας δ̓ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ἔπειτα γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη, σμερδαλἔ, εὐρώεντα, τά τε στυγέουσι θεοί περ. ἐπιβλέπεις, ἑταῖρε, ὡς ἀναρρηγνυμένης μὲν ἐκ βάθρων γῆς, αὐτοῦ δὲ γυμνουμένου ταρτάρου, ἀνατροπὴν δὲ ὅλου καὶ διάστασιν τοῦ κόσμου λαμβάνοντος, πάνθ̓ ἅμα, οὐρανὸς ᾄδης, τὰ θνητὰ τὰ ἀθάνατα, ἅμα τῇ τότε συμπολεμεῖ καὶ συγκινδυνεύει μάχῃ; [7] ἀλλὰ ταῦτα φοβερὰ μέν, πλὴν ἄλλως, εἰ μὴ κατ̓ ἀλληγορίαν λαμβάνοιτο, παντάπασιν ἄθεα καὶ οὐ σῴζοντα τὸ πρέπον. Ὅμηρος γάρ μοι δοκεῖ παραδιδοὺς τραύματα θεῶν στάσεις τιμωρίας δάκρυα δεσμὰ πάθη πάμφυρτα τοὺς μὲν ἐπὶ τῶν Ἰλιακῶν ἀνθρώπους, ὅσον ἐπὶ τῇ δυνάμει, θεοὺς πεποιηκέναι, τοὺς θεοὺς δὲ ἀνθρώπους. ἀλλ̓ ἡμῖν μὲν δυσδαιμονοῦσιν ἀπόκειται λιμὴν κακῶν θάνατος, τῶν θεῶν δ̓ οὐ τὴν φύσιν ἀλλὰ τὴν ἀτυχίαν ἐποίησεν αἰώνιον. [8] πολὺ δὲ τῶν περὶ τὴν θεομαχίαν ἀμείνω τὰ ὅσα ἄχραντόν τι καὶ μέγα τὸ δαιμόνιον ὡς ἀληθῶς καὶ ἄκρατον παρίστησιν, οἷα ῾πολλοῖς δὲ πρὸ ἡμῶν τόπος ἐξείργασταἰ τὰ ἐπὶ τοῦ Ποσειδῶνος, τρέμε δ̓ οὔρεα μακρὰ καὶ ὕλη καὶ κορυφαὶ Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν [p. 64] ποσσὶν ὑπ̓ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. βῆ δ̓ ἐλάαν ἐπὶ κύματ̓, ἄταλλε δὲ κήτἐ ὑπ̓ αὐτοῦ πάντοθεν ἐκ κευθμῶν, οὐδ̓ ἠγνοίησεν ἄνακτα. γηθοσύνῃ δὲ θάλασσα διΐστατο, τοὶ δὲ πέτοντο. [9] ταύτῃ καὶ τῶν Ἰουδαίων θεσμοθέτης, οὐχ τυχὼν ἀνήρ, ἐπειδὴ τὴν τοῦ θείου δύναμιν κατὰ τὴν ἀξίαν ἐχώρησε κἀξέφηνεν, εὐθὺς ἐν τῇ εἰσβολῇ γράψας τῶν νόμων ῾εἶπεν Θεός᾿ φησί: τί; ῾γενέσθω φῶς, καὶ ἐγένετο: γενέσθω γῆ, καὶ ἐγένετο.᾿ [10] οὐκ ὀχληρὸς ἂν ἴσως, ἑταῖρε, δόξαιμι, ἓν ἔτι τοῦ ποιητοῦ καὶ τῶν ἀνθρωπίνων παραθέμενος τοῦ μαθεῖν χάριν, ὡς εἰς τὰ ἡρωϊκὰ μεγέθη συνεμβαίνειν ἐθίζει. ἀχλὺς ἄφνω καὶ νὺξ ἄπορος αὐτῷ τὴν τῶν Ἑλλήνων ἐπέχει μάχην: ἔνθα δὴ Αἴας ἀμηχανῶν, Ζεῦ πάτερ, φησίν, ἀλλὰ σὺ ῥῦσαι ὑπ̓ ἠέρος υἷας Ἀχαιῶν, ποίησον δ̓ αἴθρην, δὸς δ̓ ὀφθαλμοῖσιν ἰδέσθαι: ἐν δὲ φάει καὶ ὄλεσσον. ἔστιν ὡς ἀληθῶς τὸ πάθος Αἴαντος, οὐ γὰρ ζῆν εὔχεται ῾ἦν γὰρ τὸ αἴτημα τοῦ ἥρωος ταπεινότερον̓, ἀλλ̓ ἐπειδὴ ἐν ἀπράκτῳ σκότει τὴν ἀνδρίαν εἰς οὐδὲν γενναῖον εἶχε διαθέσθαι, διὰ ταῦτ̓ ἀγανακτῶν ὅτι πρὸς τὴν μάχην ἀργεῖ, φῶς ὅτι τάχιστα αἰτεῖται, ὡς πάντως τῆς ἀρετῆς εὑρήσων ἐντάφιον ἄξιον, κἂν αὐτῷ Ζεὺς ἀντιτάττηται. [11] ἀλλὰ γὰρ Ὅμηρος μὲν ἐνθάδε οὔριος συνεμπνεῖ τοῖς ἀγῶσιν, καὶ οὐκ ἄλλο τι αὐτὸς πέπονθεν μαίνεται, ὡς ὅτ̓ Ἄρης ἐγχέσπαλος ὀλοὸν πῦρ οὔρεσι μαίνηται, βαθέης ἐνὶ τάρφεσιν ὕλης, ἀφλοισμὸς δὲ περὶ στόμα γίγνεται: δείκνυσι δ̓ ὅμως διὰ τῆς Ὀδυσσείας ῾καὶ γὰρ ταῦτα [p. 66] πολλῶν ἕνεκα προσεπιθεωρητέον̓, ὅτι μεγάλης φύσεως ὑποφερομένης ἤδη ἴδιόν ἐστιν ἐν γήρᾳ τὸ φιλόμυθον. [12] δῆλος γὰρ ἐκ πολλῶν τε ἄλλων συντεθεικὼς ταύτην δευτέραν τὴν ὑπόθεσιν, ἀτὰρ δὴ κἀκ τοῦ λείψανα τῶν Ἰλιακῶν παθημάτων διὰ τῆς Ὀδυσσείας ὡς ἐπεισόδιά τινα τοῦ Τρωϊκοῦ πολέμου προσεπεισφέρειν, καὶ νὴ Δἴ ἐκ τοῦ τὰς ὀλοφύρσεις καὶ τοὺς οἴκτους ὡς πάλαι που προεγνωσμένους τοῖς ἥρωσιν ἐνταῦθα προσαποδιδόναι. οὐ γὰρ ἄλλ̓ τῆς Ἰλιάδος ἐπίλογός ἐστιν Ὀδύσσεια: ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ̓ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος: ἔνθα δ̓ ἐμὸς φίλος υἱός. [13] ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας, οἶμαι, τῆς μὲν Ἰλιάδος γραφομένης ἐν ἀκμῇ πνεύματος ὅλον τὸ σωμάτιον δραματικὸν ὑπεστήσατο καὶ ἐναγώνιον, τῆς δὲ Ὀδυσσείας τὸ πλέον διηγηματικόν, ὅπερ ἴδιον γήρως. ὅθεν ἐν τῇ Ὀδυσσείᾳ παρεικάσαι τις ἂν καταδυομένῳ τὸν Ὅμηρον ἡλίῳ, οὗ δίχα τῆς σφοδρότητος παραμένει τὸ μέγεθος. οὐ γὰρ ἔτι τοῖς Ἰλιακοῖς ἐκείνοις ποιήμασιν ἴσον ἐνταῦθα σῴζει τὸν τόνον, οὐδ̓ ἐξωμαλισμένα τὰ ὕψη καὶ ἱζήματα μηδαμοῦ λαμβάνοντα, οὐδὲ τὴν πρόχυσιν ὁμοίαν τῶν ἐπαλλήλων παθῶν, οὐδὲ τὸ ἀγχίστροφον καὶ πολιτικὸν καὶ ταῖς ἐκ τῆς ἀληθείας φαντασίαις καταπεπυκνωμένον: ἀλλ̓ οἷον ὑποχωροῦντος εἰς ἑαυτὸν Ὠκεανοῦ καὶ περὶ τὰ ἴδια μέτρα ἐρημουμένου τὸ λοιπὸν φαίνονται τοῦ μεγέθους ἀμπώτιδες κἀν τοῖς μυθώδεσι καὶ ἀπίστοις πλάνος. [14] λέγων δὲ ταῦτ̓ οὐκ ἐπιλέλησμαι τῶν ἐν τῇ Ὀδυσσείᾳ χειμώνων καὶ τῶν περὶ τὸν Κύκλωπα καί τινων ἄλλων, ἀλλὰ γῆρας διηγοῦμαι, γῆρας δ̓ ὅμως Ὁμήρου: πλὴν ἐν ἅπασι τούτοις ἑξῆς τοῦ πρακτικοῦ κρατεῖ τὸ μυθικόν. παρεξέβην δ̓ εἰς ταῦθ̓, ὡς ἔφην, ἵνα [p. 68] δείξαιμι, ὡς εἰς λῆρον ἐνίοτε ῥᾷστον κατὰ τὴν ἀπακμὴν τὰ μεγαλοφυῆ παρατρέπεται οἷα τὰ περὶ τὸν ἀσκὸν καὶ τοὺς ἐκ Κίρκης συοφορβουμένους, οὓς Ζώϊλος ἔφη χοιρίδια κλαίοντα, καὶ τὸν ὑπὸ τῶν πελειάδων ὡς νεοσσὸν παρατρεφόμενον Δία καὶ τὸν ἐπὶ τοῦ ναυαγίου δέχ̓ ἡμέρας ἄσιτον τά τε περὶ τὴν μνηστηροφονίαν ἀπίθανα. τί γὰρ ἂν ἄλλο φήσαιμεν ταῦτα τῷ ὄντι τοῦ Διὸς ἐνύπνια; [15] δευτέρου δὲ εἵνεκα προσιστορείσθω τὰ κατὰ τὴν Ὀδύσσειαν, ὅπως σοι γνώριμον, ὡς ἀπακμὴ τοῦ πάθους ἐν τοῖς μεγάλοις συγγραφεῦσι καὶ ποιηταῖς εἰς ἦθος ἐκλύεται. τοιαῦτα γάρ που τὰ περὶ τὴν τοῦ Ὀδυσσέως ἠθικῶς αὐτῷ βιολογούμενα οἰκίαν, οἱονεὶ κωμῳδία τίς ἐστιν ἠθολογουμένη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: