previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπεὶ δὲ πέντε, ὡς ἂν εἴποι τις, πηγαί τινές εἰσιν αἱ τῆς ὑψηγορίας γονιμώταται, προϋποκειμένης ὥσπερ ἐδάφους τινὸς κοινοῦ ταῖς πέντε ταύταις ἰδέαις τῆς ἐν τῷ λέγειν δυνάμεως, ἧς ὅλως χωρὶς οὐδέν, πρῶτον μὲν καὶ κράτιστον τὸ περὶ τὰς νοήσεις ἁδρεπήβολον, ὡς κἀν τοῖς περὶ Ξενοφῶντος ὡρισάμεθα: δεύτερον δὲ τὸ σφοδρὸν καὶ ἐνθουσιαστικὸν πάθος: ἀλλ̓ αἱ μὲν δύο αὗται τοῦ ὕψους κατὰ τὸ πλέον αὐθιγενεῖς συστάσεις, αἱ λοιπαὶ δ̓ ἤδη καὶ διὰ τέχνης, τε ποιὰ τῶν σχημάτων πλάσις ῾δισσὰ δέ που ταῦτα τὰ μὲν νοήσεως, θάτερα δὲ λέξεως᾿, ἐπὶ δὲ τούτοις γενναία φράσις, ἧς μέρη πάλιν ὀνομάτων τε ἐκλογὴ καὶ τροπικὴ καὶ πεποιημένη λέξις: πέμπτη δὲ μεγέθους αἰτία καὶ συγκλείουσα τὰ πρὸ ἑαυτῆς ἅπαντα, [p. 58] ἐν ἀξιώματι καὶ διάρσει σύνθεσις: φέρε δὴ τὰ ἐμπεριεχόμενα καθ̓ ἑκάστην ἰδέαν τούτων ἐπισκεψώμεθα, τοσοῦτον προειπόντες, ὅτι τῶν πέντε μορίων Κεκίλιος ἔστιν παρέλιπεν, ὡς καὶ τὸ πάθος ἀμέλει. [2] ἀλλ̓ εἰ μὲν ὡς ἕν τι ταῦτ̓ ἄμφω, τό τε ὕψος καὶ τὸ παθητικόν, καὶ ἔδοξεν αὐτῷ πάντη συνυπάρχειν τε ἀλλήλοις καὶ συμπεφυκέναι, διαμαρτάνει: καὶ γὰρ πάθη τινὰ διεστῶτα ὕψους καὶ ταπεινὰ εὑρίσκεται, καθάπερ οἶκτοι λῦπαι φόβοι, καὶ ἔμπαλιν πολλὰ ὕψη δίχα πάθους, ὡς πρὸς μυρίοις ἄλλοις καὶ τὰ περὶ τοὺς Ἀλωάδας τῷ ποιητῇ παρατετολμημένα, Ὄσσαν ἐπ̓ Οὐλύμπῳ μέμασαν θέμεν: αὐτὰρ ἐπ̓ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν̓ οὐρανὸς ἄμβατος εἴη: καὶ τὸ τούτοις ἔτι μεῖζον ἐπιφερόμενον, καί νύ κεν ἐξετέλεσσαν. [3] παρά γε μὴν τοῖς ῥήτορσι τὰ ἐγκώμια καὶ τὰ πομπικὰ καὶ ἐπιδεικτικὰ τὸν μὲν ὄγκον καὶ τὸ ὑψηλὸν ἐξ ἅπαντος περιέχει, πάθους δὲ χηρεύει κατὰ τὸ πλεῖστον, ὅθεν ἥκιστα τῶν ῥητόρων οἱ περιπαθεῖς ἐγκωμιαστικοὶ ἔμπαλιν οἱ ἐπαινετικοὶ περιπαθεῖς. [4] εἰ δ̓ αὖ πάλιν ἐξ ὅλου μὴ ἐνόμισεν Κεκίλιος τὸ ἐμπαθὲς ἐς τὰ ὕψη ποτὲ συντελεῖν, καὶ διὰ τοῦτ̓ οὐχ ἡγήσατο μνήμης ἄξιον, πάνυ διηπάτηται: θαρρῶν γὰρ ἀφορισαίμην ἄν, ὡς οὐδὲν οὕτως ὡς τὸ γενναῖον πάθος, ἔνθα χρή, μεγαλήγορον, ὥπερ ὑπὸ μανίας τινὸς καὶ πνεύματος ἐνθουσιαστικῶς ἐκπνέον καὶ οἱονεὶ φοιβάζον τοὺς λόγους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: