previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐν δὲ τοῖς μάλιστα μεγεθοποιεῖ τὰ λεγόμενα, καθάπερ τὰ σώματα, τῶν μελῶν ἐπισύνθεσις, ὧν ἓν μὲν οὐδὲν τμηθὲν ἀφ̓ ἑτέρου καθ̓ ἑαυτὸ ἀξιόλογον ἔχει, πάντα [p. 146] δὲ μετ̓ ἀλλήλων ἐκπληροῖ τέλειον σύστημα, οὕτως τὰ μεγάλα, σκεδασθέντα μὲν ἀπ̓ ἀλλήλων, ἄλλος᾿ ἄλλῃ ἅμα ἑαυτοῖς συνδιαφορεῖ καὶ τὸ ὕψος, σωματοποιούμενα δὲ τῇ κοινωνίᾳ καὶ ἔτι δεσμῷ τῆς ἁρμονίας περικλειόμενα αὐτῷ τῷ κύκλῳ φωνήεντα γίνεται: καὶ σχεδὸν ἐν ταῖς περιόδοις ἔρανός ἐστι πλήθους τὰ μεγέθη. [2] ἀλλὰ μὴν ὅτι γε πολλοὶ καὶ συγγραφέων καὶ ποιητῶν οὐκ ὄντες ὑψηλοὶ φύσει, μήποτε δὲ καὶ ἀμεγέθεις, ὅμως κοινοῖς καὶ δημώδεσι τοῖς ὀνόμασι καὶ οὐδὲν ἐπαγομένοις περιττὸν ὡς τὰ πολλὰ συγχρώμενοι, διὰ μόνου τοῦ συνθεῖναι καὶ ἁρμόσαι ταῦτα δ̓ ὅμως ὄγκον καὶ διάστημα καὶ τὸ μὴ ταπεινοὶ δοκεῖν εἶναι περιεβάλοντο, καθάπερ ἄλλοι τε πολλοὶ καὶ Φίλιστος, Ἀριστοφάνης ἔν τισιν, ἐν τοῖς πλείστοις Εὐριπίδης, ἱκανῶς ἡμῖν δεδήλωται. [3] μετά γέ τοι τὴν τεκνοκτονίαν Ἡρακλῆς φησι, γέμω κακῶν δὴ κοὐκέτ̓ ἔσθ̓ ὅποι τεθῇ. σφόδρα δημῶδες τὸ λεγόμενον, ἀλλὰ γέγονεν ὑψηλὸν τῇ πλάσει ἀναλογοῦν, εἰ δ̓ ἄλλως αὐτὸ συναρμόσεις, φανήσεταί σοι, διότι τῆς συνθέσεως ποιητὴς Εὐριπίδης μᾶλλόν ἐστιν τοῦ νοῦ. [4] ἐπὶ δὲ τῆς συρομένης ὑπὸ τοῦ ταύρου Δίρκης, εἰ δέ που τύχοι πέριξ ἑλίξας, εἶλχ̓ ὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί, ἔστι μὲν γενναῖον καὶ τὸ λῆμμα, ἁδρότερον δὲ γέγονε τῷ τὴν ἁρμονίαν μὴ κατεσπεῦσθαι μηδ̓ οἷον ἐν ἀποκυλίσματι φέρεσθαι, ἀλλὰ στηριγμούς τε ἔχειν πρὸς ἄλληλα τὰ ὀνόματα καὶ ἐξερείσματα τῶν χρόνων πρὸς ἑδραῖον διαβεβηκότα μέγεθος. [p. 148]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: