previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

... θρεπτικώτατον καὶ γόνιμον, τὸ δ̓ Ἀνακρέοντος: ῾οὐκέτι Θρηικίης ἐπιστρέφομαι.᾿ ταύτῃ καὶ τὸ τοῦ Θεοπόμπου καινὸν ἐπαινετόν: διὰ τὸ ἀνάλογον ἔμοιγε σημαντικώτατα ἔχειν δοκεῖ: ὅπερ Κεκίλιος οὐκ οἶδ̓ ὅπως καταμέμφεται. ῾δεινὸς ὢν̓ φησὶν ῾ὁ Φίλιππος ἀναγκοφαγῆσαι πράγματα.᾿ ἔστιν ἄῤ ἰδιωτισμὸς [p. 120] ἐνίοτε τοῦ κόσμου παρὰ πολὺ ἐμφανιστικώτερον: ἐπιγινώσκεται γὰρ αὐτόθεν ἐκ τοῦ κοινοῦ βίου, τὸ δὲ σύνηθες ἤδη πιστότερον. οὐκοῦν ἐπὶ τοῦ τὰ αἰσχρὰ καὶ ῥυπαρὰ τλημόνως καὶ μεθ̓ ἡδονῆς ἕνεκα πλεονεξίας καρτεροῦντος τὸ ἀναγκοφαγεῖν τὰ πράγματα ἐναργέστατα παρείληπται. [2] ὧδέ πως ἔχει καὶ τὰ Ἡροδότεια: Κλεομένης᾿ φησὶ μανεὶς τὰς ἑαυτοῦ σάρκας ξιφιδίῳ κατέτεμεν εἰς λεπτά, ἕως ὅλον καταχορδεύων ἑαυτὸν διέφθειρεν.᾿ καὶ Πύθης ἕως τοῦδε ἐπὶ τῆς νεὼς ἐμάχετο, ἕως ἅπας κατεκρεουργήθη.᾿ ταῦτα γὰρ ἐγγὺς παραξύει τὸν ἰδιώτην, ἀλλ̓ οὐκ ἰδιωτεύει τῷ σημαντικῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: