previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τά γε μὴν πολύπτωτα λεγόμενα, ἀθροισμοὶ καὶ μεταβολαὶ καὶ κλίμακες, πάνυ ἀγωνιστικά, ὡς οἶσθα, κόσμου τε καὶ παντὸς ὕψους καὶ πάθους συνεργά. τί δέ; αἱ τῶν πτώσεων χρόνων προσώπων ἀριθμῶν γενῶν ἐναλλάξεις πῶς ποτε καταποικίλλουσι καὶ ἐπεγείρουσι τὰ ἑρμηνευτικά; [2] φημὶ δὲ τῶν κατὰ τοὺς ἀριθμοὺς οὐ μόνα ταῦτα κοσμεῖν, ὁπόσα τοῖς τύποις ἑνικὰ ὄντα τῇ δυνάμει κατὰ τὴν ἀναθεώρησιν πληθυντικὰ εὑρίσκεται: αὐτίκα, φησί, λαὸς ἀπείρων θύννον ἐπ̓ ἠϊόνεσσι διϊστάμενοι κελάδησαν: ἀλλ̓ ἐκεῖνα μᾶλλον παρατηρήσεως ἄξια, ὅτι ἔσθ̓ ὅπου προσπίπτει τὰ πληθυντικὰ μεγαλορρημονέστερα καὶ αὐτῷ δοξοκοποῦντα τῷ ὄχλῳ τοῦ ἀριθμοῦ. [3] τοιαῦτα παρὰ τῷ Σοφοκλεῖ τὰ ἐπὶ τοῦ Οἰδίπου: γάμοι, γάμοι, ἐφύσαθ̓ ἡμᾶς καὶ φυτεύσαντες πάλιν ἀνεῖτε ταὐτὸ σπέρμα κἀπεδείξατε πατέρας ἀδελφοὺς παῖδας, αἷμ̓ ἐμφύλιον, νύμφας, γυναῖκας, μητέρας τε χὠπόσα αἴσχιστ̓ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. πάντα γὰρ ταῦτα ἓν ὄνομά ἐστιν, Οἰδίπους, ἐπὶ δὲ θατέρου Ἰοκάστη, ἀλλ̓ ὅμως χυθεὶς εἰς τὰ πληθυντικὰ ἀριθμὸς συνεπλήθυσε καὶ τὰς ἀτυχίας, καὶ ὡς ἐκεῖνα πεπλεόνασται ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες: [p. 108] καὶ τὸ Πλατωνικόν, καὶ ἑτέρωθι παρετεθείμεθα, ἐπὶ τῶν Ἀθηναίων: [4] ῾οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδ̓ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδ̓ ἄλλοι πολλοὶ φύσει βάρβαροι συνοικοῦσιν ἡμῖν, ἀλλ̓ αὐτοὶ Ἕλληνες, οὐ μιξοβάρβαροι οἰκοῦμεν.᾿ καὶ τὰ ἑξῆς. φύσει γὰρ ἐξακούεται τὰ πράγματα κομπωδέστερα ἀγεληδὸν οὕτως τῶν ὀνομάτων ἐπισυντιθεμένων. οὐ μέντοι δεῖ ποιεῖν αὐτὸ ἐπ̓ ἄλλων, εἰ μὴ ἐφ̓ ὧν δέχεται τὰ ὑποκείμενα αὔξησιν πληθὺν ὑπερβολὴν πάθος, ἕν τι τούτων τὰ πλείονα, ἐπεί τοι τὸ πανταχοῦ κώδωνας ἐξῆφθαι λίαν σοφιστικόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: