previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὄγκου καὶ μεγαληγορίας καὶ ἀγῶνος ἐπὶ τούτοις, νεανία, καὶ αἱ φαντασίαι παρασκευαστικώταται: οὕτω γοῦν εἰδωλοποιΐας αὐτὰς ἔνιοι λέγουσι: καλεῖται μὲν γὰρ κοινῶς φαντασία πᾶν τὸ ὁπωσοῦν ἐννόημα γεννητικὸν λόγου παριστάμενον: ἤδη δ̓ ἐπὶ τούτων κεκράτηκε τοὔνομα, ὅταν λέγεις ὑπ̓ ἐνθουσιασμοῦ καὶ πάθους βλέπειν [p. 84] δοκῇς καὶ ὑπ̓ ὄψιν τιθῇς τοῖς ἀκούουσιν. [2] ὡς δ̓ ἕτερόν τι ῥητορικὴ φαντασία βούλεται καὶ ἕτερον παρὰ ποιηταῖς, οὐκ ἂν λάθοι σε, οὐδ̓ ὅτι τῆς μὲν ἐν ποιήσει τέλος ἐστὶν ἔκπληξις, τῆς δ̓ ἐν λόγοις ἐνάργεια. ἀμφότεραι δ̓ ὅμως τό τε παθητικὸν ἐπιζητοῦσι καὶ τὸ συγκεκινημένον. μῆτερ ἱκετεύω σε, μὴ ᾿πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας: αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου. καὶ οἴμοι, κτανεῖ με: ποῖ φύγω; ἐνταῦθ̓ ποιητὴς αὐτὸς εἶδεν Ἐρινύας: δὲ ἐφαντάσθη, μικροῦ δεῖν θεάσασθαι καὶ τοὺς ἀκούοντας ἠνάγκασεν. [3] ἔστι μὲν οὖν φιλοπονώτατος Εὐριπίδης δύο ταυτὶ πάθη, μανίας τε καὶ ἔρωτας, ἐκτραγῳδῆσαι, κἀν τούτοις ὡς οὐκ οἶδ̓ εἴ τισιν ἑτέροις ἐπιτυχέστατος, οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπιτίθεσθαι φαντασίαις οὐκ ἄτολμος. ἥκιστά γέ τοι μεγαλοφυὴς ὢν ὅμως τὴν αὐτὸς αὑτοῦ φύσιν ἐν πολλοῖς γενέσθαι τραγικὴν προσηνάγκασεν, καὶ παῤ ἕκαστα ἐπὶ τῶν μεγεθῶν, ὡς ποιητής, οὐρῇ δὲ πλευράς τε καὶ ἰσχίον ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ̓ αὐτὸν ἐποτρύνει μαχέσασθαι. [4] τῷ γοῦν Φαέθοντι παραδιδοὺς τὰς ἡνίας Ἥλιος, ἔλα δὲ μήτε Λιβυκὸν αἰθέῤ εἰσβαλών: κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν κάτω διήσει, φησίν, εἶθ̓ ἑξῆς, [p. 86] ἵει δ̓ ἐφ̓ ἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτ̓ ἀκούσας εἶτ̓ ἔμαρψεν ἡνίας: κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δ̓ ἔπταντ̓ ἐπ̓ αἰθέρος πτύχας. πατὴρ δ̓ ὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν: ἐκεῖς᾿ ἔλα, τῇδε στρέφ̓ ἅρμα, τῇδε. ἆῤ οὐκ ἂν εἴποις, ὅτι ψυχὴ τοῦ γράφοντος συνεπιβαίνει τοῦ ἅρματος, καὶ συγκινδυνεύουσα τοῖς ἵπποις συνεπτέρωται; οὐ γὰρ ἄν, εἰ μὴ τοῖς οὐρανίοις ἐκείνοις ἔργοις ἰσοδρομοῦσα ἐφέρετο, τοιαῦτ̓ ἄν ποτε ἐφαντάσθη. ὅμοια καὶ τὰ ἐπὶ τῆς Κασσάνδρας αὐτῷ, ἀλλ̓, φίλιπποι Τρῶες. [5] τοῦ δ̓ Αἰσχύλου φαντασίαις ἐπιτολμῶντος ἡρωϊκωτάταις, ὥσπερ καὶ οἱ Ἑπτὰ ἐπὶ Θήβας παῤ αὐτῷ, ἄνδρες ῾φησὶν̓ ἑπτὰ θούριοι λοχαγέται, ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος, καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ̓ Ἐνυὼ καὶ φιλαίματον Φόβον ὁρκωμότησαν, τὸν ἴδιον αὑτῶν πρὸς ἀλλήλους δίχα οἴκτου συνομνύμενοι θάνατον, ἐνίοτε μέντοι ἀκατεργάστους καὶ οἱονεὶ ποκοειδεῖς τὰς ἐννοίας καὶ ἀμαλάκτους φέροντος, ὅμως ἑαυτὸν Εὐριπίδης κἀκείνοις ὑπὸ φιλοτιμίας τοῖς κινδύνοις προσβιβάζει. [6] καὶ παρὰ μὲν Αἰσχύλῳ παραδόξως τὰ τοῦ Λυκούργου βασίλεια κατὰ τὴν ἐπιφάνειαν τοῦ Διονύσου [p. 88] θεοφορεῖται, ἐνθουσιᾷ δὴ δῶμα, βακχεύει στέγη: δ̓ Εὐριπίδης τὸ αὐτὸ τοῦθ̓ ἑτέρως ἐφηδύνας ἐξεφώνησε, πᾶν δὲ συνεβάκχεὐ ὄρος. [7] ἄκρως δὲ καὶ Σοφοκλῆς ἐπὶ τοῦ θνῄσκοντος Οἰδίπου καὶ ἑαυτὸν μετὰ διοσημείας τινὸς θάπτοντος πεφάντασται, καὶ κατὰ τὸν ἀπόπλουν τῶν Ἑλλήνων ἐπὶ τἀχιλλέως προφαινομένου τοῖς ἀναγομένοις ὑπὲρ τοῦ τάφου, ἣν οὐκ οἶδ̓ εἴ τις ὄψιν ἐναργέστερον εἰδωλοποίησε Σιμωνίδου: πάντα δ̓ ἀμήχανον παρατίθεσθαι. [8] οὐ μὴν ἀλλὰ τὰ μὲν παρὰ τοῖς ποιηταῖς μυθικωτέραν ἔχει τὴν ὑπερέκπτωσιν, ὡς ἔφην, καὶ πάντη τὸ πιστὸν ὑπεραίρουσαν, τῆς δὲ ῥητορικῆς φαντασίας κάλλιστον ἀεὶ τὸ ἔμπρακτον καὶ ἐνάληθες. δειναὶ δὲ καὶ ἔκφυλοι αἱ παραβάσεις, ἡνίκ̓ ἂν ποιητικὸν τοῦ λόγου καὶ μυθῶδες τὸ πλάσμα καὶ εἰς πᾶν προσεκπῖπτον τὸ ἀδύνατον, ὡς ἤδη νὴ Δία καὶ οἱ καθ̓ ἡμᾶς δεινοὶ ῥήτορες, καθάπερ οἱ τραγῳδοί, βλέπουσιν Ἐρινύας, καὶ οὐδὲ ἐκεῖνο μαθεῖν οἱ γενναῖοι δύνανται, ὅτι λέγων Ὀρέστης μέθες, μἴ οὖσα τῶν ἐμῶν Ἐρινύων μέσον μ̓ ὀχμάζεις, ὡς βάλῃς ἐς τάρταρον, φαντάζεται ταῦθ̓ ὅτι μαίνεται. [9] τί οὖν ῥητορικὴ φαντασία δύναται; πολλὰ μὲν ἴσως καὶ ἄλλα τοῖς λόγοις ἐναγώνια καὶ ἐμπαθῆ προσεισφέρειν, κατακιρναμένη μέντοι ταῖς πραγματικαῖς ἐπιχειρήσεσιν οὐ πείθει τὸν ἀκροατὴν μόνον, ἀλλὰ καὶ δουλοῦται. ῾καὶ μὴν εἴ τις,᾿ φησὶν ῾αὐτίκα δὴ μάλα κραυγῆς ἀκούσειε πρὸ τῶν δικαστηρίων, εἶτ̓ εἴποι τις, ὡς ἀνέῳκται τὸ δεσμωτήριον, οἱ [p. 90] δὲ δεσμῶται φεύγουσιν, οὐθεὶς οὕτως οὔτε γέρων οὔτε νέος ὀλίγωρός ἐστιν, ὃς οὐχὶ βοηθήσει, καθ̓ ὅσον δύναται: εἰ δὲ δή τις εἴποι παρελθών, ὡς τούτους ἀφεὶς οὗτός ἐστιν, οὐδὲ λόγου τυχὼν παραυτίκ̓ ἂν ἀπόλοιτο.᾿ [10] ὡς νὴ Δία καὶ Ὑπερίδης κατηγορούμενος, ἐπειδὴ τοὺς δούλους μετὰ τὴν ἧτταν ἐλευθέρους ἐψηφίσατο, τοῦτο τὸ ψήφισμα, εἶπεν, οὐχ ῥήτωρ ἔγραψεν ἀλλ̓ ἐν Χαιρωνείᾳ μάχη. ἅμα γὰρ τῷ πραγματικῷ ἐπιχειρεῖν ῥήτωρ πεφάντασται, διὸ καὶ τὸν τοῦ πείθειν ὅρον ὑπερβέβηκε τῷ λήμματι. [11] φύσει δέ πως ἐν τοῖς τοιούτοις ἅπασιν ἀεὶ τοῦ κρείττονος ἀκούομεν, ὅθεν ἀπὸ τοῦ ἀποδεικτικοῦ περιελκόμεθα εἰς τὸ κατὰ φαντασίαν ἐκπληκτικόν, τὸ πραγματικὸν ἐγκρύπτεται περιλαμπόμενον. καὶ τοῦτ̓ οὐκ ἀπεικότως πάσχομεν: δυεῖν γὰρ συνταττομένων ὑφ̓ ἓν ἀεὶ τὸ κρεῖττον εἰς ἑαυτὸ τὴν θατέρου δύναμιν περισπᾷ. [12] Τοσαῦτα περὶ τῶν κατὰ τὰς νοήσεις ὑψηλῶν καὶ ὑπὸ μεγαλοφροσύνης μιμήσεως φαντασίας ἀπογεννωμένων ἀρκέσει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: