previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς τοὺς εὐκόλως ἐκφέροντας τὰ αὑτῶν.

ὅταν τις ἡμῖν ἁπλῶς δόξῃ διειλέχθαι περὶ τῶν ἑαυτοῦ πραγμάτων, πώς ποτε ἐξαγόμεθα καὶ αὐτοὶ πρὸς τὸ ἐκφέρειν πρὸς αὐτὸν τὰ ἑαυτῶν ἀπόρρητα καὶ τοῦτο ἁπλοῦν οἰόμεθα εἶναι: [2] πρῶτον μὲν ὅτι ἄνισον εἶναι δοκεῖ αὐτὸν μὲν ἀκηκοέναι τὰ τοῦ πλησίον, μὴ μέντοι μεταδιδόναι κἀκείνῳ ἐν τῷ μέρει τῶν ἡμετέρων. εἶθ᾽ ὅτι οἰόμεθα οὐχ ἁπλῶν ἀνθρώπων παρέξειν αὐτοῖς φαντασίαν σιωπῶντες τὰ ἴδια. [3] ἀμέλει πολλάκις εἰώθασιν λέγεινἐγώ σοι πάντα τἀμαυτοῦ εἴρηκα, σύ μοι οὐδὲν τῶν σῶν εἰπεῖν θέλεις; [4] ποῦ γίνεται τοῦτο;’ πρόσεστι δὲ καὶ τὸ οἴεσθαι ἀσφαλῶς πιστεύειν τῷ ἤδη τὰ αὑτοῦ πεπιστευκότι: ὑπέρχεται γὰρ ἡμᾶς, ὅτι οὐκ ἄν ποτε οὗτος ἐξείποι τὰ ἡμέτερα εὐλαβούμενος, μήποτε καὶ ἡμεῖς ἐξείπωμεν τὰ ἐκείνου. [5] οὕτως καὶ ὑπὸ τῶν στρατιωτῶν ἐν Ῥώμῃ οἱ προπετεῖς λαμβάνονται. παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα, εἶτα σὺ ὥσπερ ἐνέχυρον παρ᾽ αὐτοῦ λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς, εἶτα δεθεὶς ἀπάγῃ. [6] τοιοῦτόν τι καὶ ἐν τῷ καθόλου πάσχομεν. οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ, οὕτως κἀγὼ τῷ ἐπιτυχόντι: [7] ἀλλ᾽ ἐγὼ μὲν ἀκούσας σιωπῶ, ἄν γε τοιοῦτος, δ᾽ ἐξελθὼν ἐκφέρει πρὸς πάντας. εἶτ᾽ ἂν γνῶ τὸ γενόμενον, ἂν μὲν καὶ αὐτὸς ἐκείνῳ ὅμοιος, ἀμύνασθαι θέλων ἐκφέρω τὰ ἐκείνου καὶ φύρω καὶ φύρομαι. [8] ἂν δὲ μνημονεύω, ὅτι ἄλλος ἄλλον οὐ βλάπτει, ἀλλὰ τὰ αὑτοῦ ἔργα ἕκαστον καὶ βλάπτει καὶ ὠφελεῖ, τούτου μὲν κρατῶ τοῦ μὴ ὅμοιόν τι ποιῆσαι ἐκείνῳ, ὅμως δ᾽ ὑπὸ φλυαρίας τῆς ἐμαυτοῦ πέπονθα πέπονθα.

[9] ναί: ἀλλ᾽ ἄνισόν ἐστιν ἀκούσαντα τὰ τοῦ πλησίον ἀπόρρητα αὐτὸν ἐν τῷ μέρει μηδενὸς μεταδιδόναι αὐτῷ. [10]μὴ γάρ σε παρεκάλουν, ἄνθρωπε; μὴ γὰρ ἐπὶ συνθήκαις τισὶν ἐξήνεγκας τὰ σαυτοῦ, ἵν᾽ ἀκούσῃς ἐν τῷ μέρει καὶ τὰ ἐμά; [11] εἰ σὺ φλύαρος εἶ καὶ πάντας τοὺς ἀπαντήσαντας φίλους εἶναι δοκεῖς, θέλεις καὶ ἐμὲ ὅμοιόν σοι γενέσθαι; τί δ᾽, εἰ σὺ καλῶς μοι πεπίστευκας τὰ σαυτοῦ, σοὶ δ᾽ οὐκ ἔστι καλῶς πιστεῦσαι, θέλεις με προσπεσεῖν; [12] οἷον εἰ πίθον εἶχον ἐγὼ μὲν στεγνόν, σὺ δὲ τετρυπημένον καὶ ἐλθὼν παρακατέθου μοι τὸν σαυτοῦ οἶνον, ἵνα βάλω εἰς τὸν ἐμὸν πίθον, εἶτ᾽ ἠγανάκτεις ὅτι μὴ κἀγὼ σοὶ πιστεύω τὸν ἐμαυτοῦ οἶνον: σὺ γὰρ τετρυπημένον ἔχεις τὸν πίθον. [13] πῶς οὖν ἔτι ἴσον γίνεται; σὺ πιστῷ παρακατέθου, σὺ αἰδήμονι, τὰς ἑαυτοῦ ἐνεργείας μόνας βλαβερὰς ἡγουμένῳ καὶ ὠφελίμους, τῶν δ᾽ ἐκτὸς οὐδέν: [14] ἐγὼ σοὶ θέλεις παρακαταθῶμαι, ἀνθρώπῳ τὴν ἑαυτοῦ προαίρεσιν ἠτιμακότι, θέλοντι δὲ κερματίου τυχεῖν ἀρχῆς τινος προαγωγῆς ἐν τῇ αὐλῇ, κἂν μέλλῃς τὰ τέκνα σου κατασφάζειν, ὡς Μήδεια; [15] ποῦ τοῦτο ἴσον ἐστίν; ἀλλὰ δεῖξόν μοι σαυτὸν πιστόν, αἰδήμονα, βέβαιον, δεῖξον, ὅτι δόγματα ἔχεις φιλικά, δεῖξόν σου τὸ ἀγγεῖον ὅτι οὐ τέτρηται καὶ ὄψει, πῶς οὐκ ἀναμένω ἵνα μοι σὺ πιστεύσῃς τὰ σαυτοῦ, ἀλλ᾽ αὐτὸς ἐλθὼν σὲ παρακαλῶ ἀκοῦσαι τῶν ἐμῶν. [16] τίς γὰρ οὐ θέλει χρήσασθαι ἀγγείῳ καλῷ, τίς ἀτιμάζει σύμβουλον εὔνουν καὶ πιστόν, τίς οὐκ ἄσμενος δέξηται τὸν ὥσπερ φορτίου μεταληψόμενον τῶν αὐτοῦ περιστάσεων καὶ αὐτῷ τούτῳ κουφιοῦντα αὐτὸν τῷ μεταλαβεῖν;

ναί: ἀλλ᾽ ἐγὼ σοὶ πιστεύω, σὺ ἐμοὶ οὐ πιστεύεις. [17]πρῶτον μὲν οὐδὲ σὺ ἐμοὶ πιστεύεις, ἀλλὰ φλύαρος εἶ καὶ διὰ τοῦτο οὐδὲν δύνασαι κατασχεῖν. ἐπεί τοι εἰ τοῦτό ἐστιν, ἐμοὶ μόνῳ αὐτὰ πίστευσον: [18] νῦν δ᾽ ὃν ἂν εὐσχολοῦντα ἴδῃς, παρακαθίσας αὐτῷ λέγειςἀδελφέ, οὐδένα σου ἔχω εὐνούστοτερον οὐδὲ φίλτερον, παρακαλῶ σε ἀκοῦσαι τὰ ἐμά:’ καὶ τοῦτο πρὸς τοὺς οὐδέ τι ὀλίγον ἐγνωσμένους ποιεῖς. [19] εἰ δὲ καὶ πιστεύεις ἐμοί, δῆλον ὅτι ὡς πιστῷ καὶ αἰδήμονι, οὐχ ὅτι σοὶ τὰ ἐμαυτοῦ ἐξεῖπον. [20] ἄφες οὖν, ἵνα κἀγὼ ταὐτὰ ὑπολάβω. δεῖξόν μοι, ὅτι, ἄν τις τινὶ τὰ αὑτοῦ ἐξείπῃ, ἐκεῖνος πιστός ἐστι καὶ αἰδήμων. εἰ γὰρ τοῦτο ἦν, ἐγὼ περιερχόμενος πᾶσιν ἀνθρώποις τὰ ἐμαυτοῦ ἂν ἔλεγον, εἰ τούτου ἕνεκα ἔμελλον πιστὸς καὶ αἰδήμων ἔσεσθαι. τὸ δ᾽ ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δογμάτων δεῖ οὐχ ὧν ἔτυχεν. [21] ἂν γοῦν τινα ἴδῃς περὶ τὰ ἀπροαίρετα ἐσπουδακότα καὶ τούτοις ὑποτεταχότα τὴν αὑτοῦ προαίρεσιν, ἴσθι ὅτι ἄνθρωπος οὗτος μυρίους ἔχει τοὺς ἀναγκάζοντας, τοὺς κωλύοντας. [22] οὐκ ἔστιν αὐτῷ χρεία πίσσης τροχοῦ πρὸς τὸ ἐξειπεῖν οἶδεν, ἀλλὰ παιδισκαρίου νευμάτιον, ἂν οὕτως τύχῃ, ἐκσείσει αὐτόν, Καισαριανοῦ φιλοφροσύνη, ἀρχῆς ἐπιθυμία, κληρονομίας, ἄλλα τούτοις ὅμοια τρισμύρια. [23] μεμνῆσθαι οὖν ἐν τοῖς καθόλου, ὅτι οἱ ἀπόρρητοι λόγοι πίστεως χρείαν ἔχουσι καὶ δογμάτων τοιούτων: ταῦτα δὲ ποῦ νῦν εὑρεῖν ῥᾳδίως; [24] δειξάτω μοί τις τὸν οὕτως ἔχοντα, ὥστε λέγεινἐμοὶ μόνων μέλει τῶν ἐμῶν, τῶν ἀκωλύτων, τῶν φύσει ἐλευθέρων. ταύτην οὐσίαν ἔχω τοῦ ἀγαθοῦ, τὰ δὲ ἄλλα γινέσθω ὡς ἂν διδῶται: οὐ διαφέρομαι.’


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: