previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πῶς πρὸς τὰς φαντασίας γυμναστέον.

ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθ᾽ ἡμέραν ἔδει γυμνάζεσθαι: προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα. [2] υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναιἀπροαίρετον, οὐ κακόν.’ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλειπεν. τί σοι δοκεῖ; ‘ἀπροαίρετον, οὐ κακόν.’ Καῖσαρ αὐτὸν κατέκρινεν. [3]ἀπροαίρετον, οὐ κακόν.’ ἐλυπήθη ἐπὶ τούτοις. ‘προαιρετικόν, κακόν.’ γενναίως ὑπέμεινεν. ‘προαιρετικόν, ἀγαθόν.’ [4] κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν: οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα οὗ φαντασία καταληπτικὴ γίνεται. [5] υἱὸς ἀπέθανε. τί ἐγένετο; υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδεέν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δ᾽ ὅτικακῶς πέπραχεν[6] ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. ‘ἀλλ᾽ οὐκ ὀρθῶς ταῦτα Ζεὺς ποιεῖ.’ διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει. [7]

πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, ‘οὐ δύναμαι,’ ἔφη, ‘φέρειν: ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι,’ δείξας ἐμέ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: