previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι ἀπὸ πάντων τῶν ἐκτὸς ἔστιν ὠφελεῖσθαι.

ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δ᾽ ἐν τοῖς ἐκτός. [2] οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι. ἀλλὰ τί; [3] τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δ᾽ ἀπάτην κακόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι, τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό. [4] ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ, ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. — ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι; — τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ πληρώσεως γὰρ οὐκ ἔστιν, [5] μικρά σοι δοκεῖ Μενοικεὺς ὠφεληθῆναι, ὅτ᾽ ἀπέθνῃσκεν; — τοιαῦτά τις εἰπὼν ὠφεληθείη οἷα ἐκεῖνος ὠφελήθη. — ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα; [6] οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον; ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών; [7] οὔ: ἀλλ᾽ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως; [8] ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθ᾽ ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα δι᾽ αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἀφαιρεῖσθαι δυναμένων.

ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι; [9]ἀπὸ πάντων. — καὶ ἀπὸ τοῦ λοιδοροῦντος; — τί δ᾽ ὠφελεῖ τὸν ἀθλητὴν προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται: τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον. [10] οὔ: ἀλλ᾽ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ἀλείπτης καλῶς ποιῶν λέγειἆρον ὕπερον ἀμφοτέραιςκαὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ: εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με; [11] τοῦτ᾽ ἔστι τὸ μὴ εἰδέναι ἀπ᾽ ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ: ἀλλ᾽ ἐμοὶ ἀγαθός: γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές. [12] κακὸς πατήρ; αὑτῷ: ἀλλ᾽ ἐμοὶ ἀγαθός. τοῦτ᾽ ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον: ‘οὗ θέλεις,’ φησίν, ‘ἅψαι καὶ χρυσοῦν ἔσται.’ οὔ: ἀλλ᾽ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων: πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται. [13]τὸν θάνατον τί ποιήσεις;’ τί γὰρ ἄλλο ἵνα σε κοσμήσῃ ἵνα δείξῃς2ε ἔργῳ δι᾽ αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ βουλήματι τῆς φύσεως παρακολουθῶν; [14]τὴν νόσον τί ποιήσεις;’ δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ, εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ εὔξομαι ἀποθανεῖν. [15] τί ἔτι ἄλλο ζητεῖς; πᾶν ἂν δῷς, ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζηλωτόν.

οὔ: ἀλλὰ [16]βλέπε μὴ νοσήσῃς: κακόν ἐστιν.’ οἷον εἴ τις ἔλεγενβλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία τέσσαρα εἶναι: κακόν ἐστιν.’ ἄνθρωπε, πῶς κακόν; ἂν δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει; οὐχὶ δὲ μᾶλλον καὶ ὠφελήσει; [17] ἂν οὖν περὶ πενίας δεῖ ὑπολάβω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι; οὐκ ὠφέλιμα ἔσται; πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ καὶ τἀγαθὰ δεῖ με ζητεῖν; [18] ἀλλὰ τί; ταῦτα μέχρι ὧδε, εἰς οἶκον δ᾽ οὐδεὶς ἀποφέρει: ἀλλ᾽ εὐθὺς πρὸς τὸ παιδάριον πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς τοὺς καταγελάσαντας. [19] καλῶς γένοιτο Λεσβίῳ, ὅτι με καθ᾽ ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: