previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι οὐ δυνάμενοι τὴν ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι τὴν φιλοσόφου προσλαμβάνομεν.

οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι. [2] τί γάρ ἐστιν ἄνθρωπος; — ζῷον, φησί, λογικὸν θνητόν. — εὐθὺς ἐν τῷ λογικῷ τίνων χωριζόμεθα; — τῶν θηρίων. — καὶ τίνων ἄλλων; [3]τῶν προβάτων καὶ τῶν ὁμοίων. — ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς: εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον, οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὅρα μή τι ὡς πρόβατον: εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ἄνθρωπος. [4] τίνα οὖν ποιοῦμεν ὡς πρόβατα; ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυπαρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν; ἐπὶ τὰ πρόβατα. [5] τί ἀπωλέσαμεν; τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλίναμεν; [6] ἐπὶ τὰ θηρία. λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφ᾽ ὧν ἔστιν εἰπεῖν [7]λέων με καὶ φαγέτω.’ διὰ πάντων δὲ τούτων ἀπόλλυται τοῦ ἀνθρώπου ἐπαγγελία. [8] πότε γὰρ σῴζεται συμπεπλεγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵππος, πότε κύων; [9] τί οὖν θαυμαστόν, εἰ καὶ ἄνθρωπος ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δ᾽ ἀπόλλυται; [10] αὔξει δ᾽ ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα: τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δ᾽ ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλλυσθαι τὴν τέχνην. [11] οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ: τὸν δὲ πιστὸν τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει. [12] καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία: τὸν ἀναίσχυντον ἀναισχυντία, τὸν ἄπιστον ἀπιστία, τὸν λοίδορον λοιδορία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι λήψεις καὶ δόσεις. [13]

διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρκεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην προσλαμβάνειν, εἶτα ἄσκησιν. [14] πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν. ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο ἐξηγηταὶ ἐσόμεθα ἀλλοτρίων δογμάτων. [15] ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν; ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δ᾽ ἀδιάφορα: ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα τῶν ἀρετῶν: κακὰ τὰ δ᾽ ἐναντία: ἀδιάφορα δὲ πλοῦτος, ὑγεία, δόξα. [16] εἶτ᾽ ἂν μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται τῶν παρόντων τις καταγελάσῃ ἡμῶν, ἐξεπλάγημεν. [17] ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἔλεγες; πόθεν αὐτὰ προφερόμενος ἔλεγες; ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις; τί κυβεύεις περὶ τὰ μέγιστα; [18] ἄλλο γάρ ἐστιν ὡς εἰς ταμιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν. τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπ᾽ αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις. τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι τὰ τῶν ἑτεροδόξων; [19] τεχνολόγει νῦν καθίσας τὰ Ἐπικούρου καὶ τάχα ἐκείνου χρηστικώτερον τεχνολογήσεις. τί οὖν Στωικὸν λέγεις σεαυτόν, τί ἐξαπατᾷς τοὺς πολλούς, τί ὑποκρίνῃ Ἰουδαῖον ὢν Ἕλλην; [20] οὐχ ὁρᾷς, πῶς ἕκαστος λέγεται Ἰουδαῖος, πῶς Σύρος, πῶς Αἰγύπτιος; καὶ ὅταν τινὰ ἐπαμφοτερίζοντα ἴδωμεν, εἰώθαμεν λέγεινοὐκ ἔστιν Ἰουδαῖος, ἀλλ᾽ ὑποκρίνεται.’ ὅταν δ᾽ ἀναλάβῃ τὸ πάθος τὸ τοῦ βεβαμμένου καὶ ᾑρημένου, τότε καὶ ἔστι τῷ ὄντι καὶ καλεῖται Ἰουδαῖος. [21] οὕτως καὶ ἡμεῖς παραβαπτισταί, λόγῳ μὲν Ἰουδαῖοι, ἔργῳ δ᾽ ἄλλο τι, ἀσυμπαθεῖς πρὸς τὸν λόγον, μακρὰν ἀπὸ τοῦ χρῆσθαι τούτοις λέγομεν, ἐφ᾽ οἷς ὡς εἰδότες αὐτὰ ἐπαιρόμεθα. [22] οὕτως οὐδὲ τὴν τοῦ ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι δυνάμενοι προσλαμβάνομεν τὴν τοῦ φιλοσόφου, τηλικοῦτο φορτίον οἷον εἴ τις δέκα λίτρας ἆραι μὴ δυνάμενος τὸν τοῦ Αἴαντος λίθον βαστάζειν ἤθελεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: