previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ ἀταραξίας.

ὅρα σὺ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι καὶ ποῦ θέλεις ἀνύσαι. [2] εἰ γὰρ προαίρεσιν θέλεις τηρῆσαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις. [3] τὰ γὰρ ἐπὶ σοὶ αὐτεξούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος, τίς αὐτὰ δύναται ἀφελέσθαι; [4] εἰ θέλεις αἰδήμων εἶναι καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι μηδ᾽ ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ δοκεῖ σοι, τίς ἐκκλίνειν μὴ φαίνεταί σοι; [5] ἀλλὰ τί; πράξει μέν σοί τινα δοκεῖ φοβερὰ εἶναι: ἵνα δὲ καὶ ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι; [6] ὅταν οὖν ἐπὶ σοὶ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπιστρέφῃ; [7] τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.

[8] διὰ τοῦτο Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα, ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφηοὐ δοκῶ οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευάζεσθαι;’ [9] — ‘ποίαν παρασκευήν;’ — ‘τετήρηκα,’ φησίν, ‘τὸ ἐπ᾽ ἐμοί.’ — ‘πῶς οὖν;’ — ‘οὐδὲν οὐδέποτ᾽ ἄδικον οὔτ᾽ ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.’ [10] εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι: ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν ἀντίδικον. [11] εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι: εἰ κλαῦσαι, κλαῦσον: εἰ οἰμῶξαι, οἴμωξον. [12] ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ θέλε, [13] ἀλλ᾽ ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ταῦτα ἐκεῖνα: ἐλεύθερος δοῦλος, πεπαιδευμένος ἀπαίδευτος, γενναῖος ἀλεκτρυὼν ἀγεννής, ὑπόμενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἀπαγόρευσον εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστερον ἀπαγορεῦσαι. [14] εἰ δ᾽ αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη δίελεποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια. ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές: ὅπου ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου φύσις.’

[15] ἐπεί τ οι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγεἐμὲ δ᾽ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ᾽ οὔ;’ οὕτω μωρὸς ἦν, [16] ἵνα μὴ ἴδῃ ὅτι αὕτη ὁδὸς ἐνταῦθα οὐ φέρει, ἀλλ᾽ ἄλλῃ; τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον καὶ προσερεθίζει; [17] ὡς ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτιἀλλ᾽ οὔτε δεήσομαι ὑμῶν οὔτ᾽ ἐπιστρέφομαι, τί μέλλετε κρίνειν: ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί ἐστε ἐγώ.’ [18] καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δ᾽ ὅτικαὶ οὐ δέομαι.’ εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει. [19] καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ, τί ἀναβαίνεις, τί ὑπακούεις; [20] εἰ γὰρ σταυρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει σταυρός: εἰ δ᾽ ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρ᾽ αὐτόν, τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια.

ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν [21]ὑπόθου μοι.’ τί σοι ὑποθῶμαι; ἀλλὰποίησόν μου τὴν διάνοιαν τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι.’ [22] ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοιεἰπέ μοι τί γράψω, ὅταν μοι προβληθῇ τι ὄνομα.’ [23] ἂν γὰρ εἴπω ὅτι Δίων, εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται; [24] τί γράψῃ; ἀλλ᾽ εἰ μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάσασθαι πρὸς πάντα τὰ ὑπαγορευόμενα: εἰ δὲ μή, τί σοι ἐγὼ νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα, τί ἐρεῖς τί πράξεις; [25] τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ βούλημα τοῦ κυρίου. [26] τίς δ᾽ ἐστὶ κύριος; τῶν ὑπὸ σοῦ τινος σπουδαζομένων ἐκκλινομένων ἔχων ἐξουσίαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: