previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πῶς ἀπὸ τοῦ συγγενεῖς ἡμᾶς εἶναι τῷ θεῷ ἐπέλθοι ἄν τις ἐπὶ τὰ ἑξῆς.

εἰ ταῦτά ἐστιν ἀληθῆ τὰ περὶ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἀνθρώπων λεγόμενα ὑπὸ τῶν φιλοσόφων, τί ἄλλο ἀπολείπεται τοῖς ἀνθρώποις τὸ τοῦ Σωκράτους, μηδέποτε πρὸς τὸν πυθόμενον ποδαπός ἐστιν εἰπεῖν ὅτι Ἀθηναῖος Κορίνθιος, ἀλλ᾽ ὅτι κόσμιος; [2] διὰ τί γὰρ λέγεις Ἀθηναῖον εἶναι σεαυτόν, οὐχὶ δ᾽ ἐξ ἐκείνης μόνον τῆς γωνίας, εἰς ἣν ἐρρίφη γεννηθέν σου τὸ σωμάτιον; [3] δῆλον ὅτι ἀπὸ τοῦ κυριωτέρου καὶ περιέχοντος οὐ μόνον αὐτὴν ἐκείνην τὴν γωνίαν, ἀλλὰ καὶ ὅλην σου τὴν οἰκίαν καὶ ἁπλῶς ὅθεν σου τὸ γένος τῶν προγόνων εἰς σὲ κατελήλυθεν ἐντεῦθέν ποθεν καλεῖς σεαυτὸν Ἀθηναῖον καὶ Κορίνθιον; [4] τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς, ὅτιτὸ μέγιστον καὶ κυριώτατον καὶ περιεκτικώτατον πάντων τοῦτό ἐστι τὸ σύστημα τὸ ἐξ ἀνθρώπων καὶ θεοῦ, ἀπ᾽ ἐκείνου δὲ τὰ σπέρματα καταπέπτωκεν οὐκ εἰς τὸν πατέρα τὸν ἐμὸν μόνον οὐδ᾽ εἰς τὸν πάππον, ἀλλ᾽ εἰς ἅπαντα μὲν τὰ ἐπὶ γῆς γεννώμενά τε καὶ φυόμενα, προηγουμένως δ᾽ εἰς τὰ λογικά, [5] ὅτι κοινωνεῖν μόνον ταῦτα πέφυκεν τῷ θεῷ τῆς συναναστροφῆς κατὰ τὸν λόγον ἐπι [6] πεπλεγμένα,’ διὰ τί μὴ εἴπῃ τις αὑτὸν κόσμιον; διὰ τί μὴ υἱὸν τοῦ θεοῦ; διὰ τί δὲ φοβηθήσεταί τι τῶν γιγνομένων ἐν ἀνθρώποις; [7] ἀλλὰ πρὸς μὲν τὸν Καίσαρα συγγένεια ἄλλον τινὰ τῶν μέγα δυναμένων ἐν Ῥώμῃ ἱκανὴ παρέχειν ἐν ἀσφαλείᾳ διάγοντας καὶ ἀκαταφρονήτους καὶ δεδοικότας μηδ᾽ ὁτιοῦν, τὸ δὲ τὸν θεὸν ποιητὴν ἔχειν καὶ πατέρα καὶ κηδεμόνα οὐκέτι ἡμᾶς ἐξαιρήσεται λυπῶν καὶ φόβων; [8]καὶ πόθεν φάγω, φησίν, μηδὲν ἔχων; — καὶ πῶς οἱ δοῦλοι, πῶς οἱ δραπέται, τίνι πεποιθότες ἐκεῖνοι ἀπαλλάττονται τῶν δεσποτῶν; τοῖς ἀγροῖς. τοῖς οἰκέταις τοῖς ἀργυρώμασιν; οὐδενί, ἀλλ᾽ ἑαυτοῖς: καὶ ὅμως οὐκ ἐπιλείπουσιν αὐτοὺς τροφαί. [9] τὸν δὲ φιλόσοφον ἡμῖν δεήσει ἄλλοις θαρροῦντα καὶ ἐπαναπαυόμενον ἀποδημεῖν καὶ μὴ ἐπιμελεῖσθαι αὐτὸν αὑτοῦ καὶ τῶν θηρίων τῶν ἀλόγων εἶναι χείρονα καὶ δειλότερον, ὧν ἕκαστον αὐτὸ αὑτῷ ἀρκούμενον οὔτε τροφῆς ἀπορεῖ τῆς οἰκείας οὔτε διεξαγωγῆς τῆς καταλλήλους καὶ κατὰ φύσιν;

[10] ἐγὼ μὲν οἶμαι, ὅτι ἔδει καθῆσθαι τὸν πρεσβύτερον ἐνταῦθα οὐ τοῦτο μηχανώμενον, ὅπως μὴ ταπεινοφρονήσητε μηδὲ ταπεινοὺς μηδ᾽ ἀγεννεῖς τινας διαλογισμοὺς διαλογιεῖσθε αὐτοὶ περὶ ἑαυτῶν, [11] ἀλλὰ μή τινες ἐμπίπτωσιν τοιοῦτοι νέοι, οἳ ἐπιγνόντες τὴν πρὸς τοὺς θεοὺς συγγένειαν καὶ ὅτι δεσμά τινα ταῦτα προσηρτήμεθα τὸ σῶμα καὶ τὴν κτῆσιν αὐτοῦ καὶ ὅσα τούτων ἕνεκα ἀναγκαῖα ἡμῖν γίνεται εἰς οἰκονομίαν καὶ ἀναστροφὴν τὴν ἐν τῷ βίῳ, ὡς βάρη τινὰ καὶ ἀνιαρὰ καὶ ἄχρηστα ἀπορρῖψαι θέλωσιν καὶ ἀπελθεῖν πρὸς τοὺς συγγενεῖς. [12] καὶ τοῦτον ἔδει τὸν ἀγῶνα ἀγωνίζεσθαι τὸν διδάσκαλον ὑμῶν καὶ παιδευτήν, εἴ τις ἄρα ἦν: ὑμᾶς μὲν ἔρχεσθαι λέγονταςἘπίκτητε, οὐκέτι ἀνεχόμεθα μετὰ τοῦ σωματίου τούτου δεδεμένοι καὶ τοῦτο τρέφοντες καὶ ποτίζοντες καὶ ἀναπαύοντες καὶ καθαίροντες, εἶτα δι᾽ αὐτὸ συμπεριφερόμενοι τοῖσδε καὶ τοῖσδε. [13] οὐκ ἀδιάφορα ταῦτα καὶ οὐδὲν πρὸς ἡμᾶς καὶ θάνατος οὐ κακόν; καὶ συγγενεῖς τινες τοῦ θεοῦ ἐσμεν κἀκεῖθεν ἐληλύθαμεν; [14] ἄφες ἡμᾶς ἀπελθεῖν ὅθεν ἐληλύθαμεν, ἄφες λυθῆναί ποτε τῶν δεσμῶν τούτων τῶν ἐξηρτημένων καὶ βαρούντων. [15] ἐνταῦθα λῃσταὶ καὶ κλέπται καὶ δικαστήρια καὶ οἱ καλούμενοι τύραννοι δοκοῦντες ἔχειν τινὰ ἐφ᾽ ἡμῖν ἐξουσίαν διὰ τὸ σωμάτιον καὶ τὰ τούτου κτήματα. ἄφες δείξωμεν αὐτοῖς, ὅτι οὐδενὸς ἔχουσιν ἐξουσίαν:’ [16] ἐμὲ δ᾽ ἐν τῷδε λέγειν ὅτιἄνθρωποι, ἐκδέξασθε τὸν θεόν. ὅταν ἐκεῖνος σημήνῃ καὶ ἀπολύσῃ ὑμᾶς ταύτης τῆς ὑπηρεσίας, τότ᾽ ἀπολύεσθε πρὸς αὐτόν: ἐπὶ δὲ τοῦ παρόντος ἀνάσχεσθε ἐνοικοῦντες ταύτην τὴν χώραν, εἰς ἣν ἐκεῖνος ὑμᾶς ἔταξεν. [17] ὀλίγος ἄρα χρόνος οὗτος τῆς οἰκήσεως καὶ ῥᾴδιος τοῖς οὕτω διακειμένοις. ποῖος γὰρ ἔτι τύραννος ποῖος κλέπτης ποῖα δικαστήρια φοβερὰ τοῖς οὕτως παρ᾽ οὐδὲν πεποιημένοις τὸ σῶμα καὶ τὰ τούτου κτήματα; μείνατε, μὴ ἀλογίστως ἀπέλθητε.’ [18]

τοιοῦτόν τι ἔδει γίνεσθαι παρὰ τοῦ παιδευτοῦ πρὸς τοὺς εὐφυεῖς τῶν νέων. [19] νῦν δὲ τί γίνεται; νεκρὸς μὲν παιδευτής, νεκροὶ δ᾽ ὑμεῖς. ὅταν χορτασθῆτε σήμερον, κάθησθε κλάοντες περὶ τῆς αὔριον, πόθεν φάγητε. [20] ἀνδράποδον, ἂν σχῇς, ἕξεις: ἂν μὴ σχῇς, ἐξελεύσῃ: ἤνοικται θύρα. τί πενθεῖς; ποῦ ἔτι τόπος δακρύοις; τίς ἔτι κολακείας ἀφορμή; διὰ τί ἄλλος ἄλλῳ φθονήσει; διὰ τί πολλὰ κεκτημένους θαυμάσει τοὺς ἐν δυνάμει τεταγμένους, μάλιστ᾽ ἂν καὶ ἰσχυροὶ ὦσιν καὶ ὀργίλοι; [21] τί γὰρ ἡμῖν ποιήσουσιν; δύνανται ποιῆσαι, τούτων οὐκ ἐπιστρεψόμεθα: ὧν ἡμῖν μέλει, ταῦτα οὐ δύνανται. τίς οὖν ἔτι ἄρξει τοῦ οὕτως διακειμένου; [22] πῶς Σωκράτης εἶχεν πρὸς ταῦτα; πῶς γὰρ ἄλλως ὡς ἔδει τὸν πεπεισμένον ὅτι ἐστὶ τῶν θεῶν συγγενής; [23]ἄν μοι λέγητε,’ φησίν, ‘νῦν ὅτιἀφίεμέν σε ἐπὶ τούτοις, ὅπως μηκέτι διαλέξῃ τούτους τοὺς λόγους οὓς μέχρι νῦν διελέγου μηδὲ παρενοχλήσεις ἡμῶν τοῖς νέοις μηδὲ τοῖς γέρουσιν[24] , ἀποκρινοῦμαι ὅτι γελοῖοί ἐστε, οἵτινες ἀξιοῦτε, εἰ μέν με στρατηγὸς ὑμέτερος ἔταξεν εἴς τινα τάξιν, ὅτι ἔδει με τηρεῖν αὐτὴν καὶ φυλάττειν καὶ μυριάκις πρότερον αἱρεῖσθαι ἀποθνῄσκειν ἐγκαταλιπεῖν αὐτήν, εἰ δ᾽ θεὸς ἔν τινι χώρᾳ καὶ ἀναστροφῇ κατατέταχεν, ταύτην δ᾽ ἐγκαταλιπεῖν δεῖ ἡμᾶς.’ τοῦτ᾽ ἔστιν ἄνθρωπος ταῖς ἀληθείαις συγγενὴς τῶν θεῶν. [25] ἡμεῖς οὖν ὡς κοιλίαι, [26] ὡς ἔντερα, ὡς αἰδοῖα, οὕτω περὶ αὑτῶν διανοούμεθα, ὅτι φοβούμεθα, ὅτι ἐπιθυμοῦμεν: τοὺς εἰς ταῦτα συνεργεῖν δυναμένους κολακεύομεν, τοὺς αὐτοὺς τούτους δεδοίκαμεν. [27]

ἐμέ τις ἠξίωκεν ὑπὲρ αὐτοῦ γράψαι εἰς τὴν Ῥώμην ὡς ἐδόκει τοῖς πολλοῖς ἠτυχηκὼς καὶ πρότερον μὲν ἐπιφανὴς ὢν καὶ πλούσιος, ὕστερον δ᾽ ἐκπεπτωκὼς ἁπάντων καὶ διάγων ἐνταῦθα. [28] κἀγὼ ἔγραψα ὑπὲρ αὐτοῦ ταπεινῶς. δ᾽ ἀναγνοὺς τὴν ἐπιστολὴν ἀπέδωκέν μοι αὐτὴν καὶ ἔφη ὅτιἐγὼ βοηθηθῆναί τι ὑπὸ σοῦ ἤθελον, οὐχὶ ἐλεηθῆναι: κακὸν δέ μοι οὐθέν ἐστιν.’ οὕτως καὶ Ῥοῦφος πειράζων μ᾽ εἰώθει λέγειν [29]συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου.’ [30] κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτιἀνθρώπινα’ ‘τί οὖν ἔτι ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος;’ τῷ γὰρ ὄντι, [31] ἐξ αὑτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρ᾽ ἄλλου λαμβάνων. [32] ἐγὼ οὖν ἔχων ἐξ ἐμαυτοῦ λαβεῖν τὸ μεγαλόψυχον καὶ γενναῖον, ἀγρὸν παρὰ σοῦ λάβω καὶ ἀργύριον ἀρχήν τινα; μὴ γένοιτο. οὐχ οὕτως ἀναίσθητος ἔσομαι τῶν ἐμῶν κτημάτων. [33] ἀλλ᾽ ὅταν τις δειλὸς καὶ ταπεινός, ὑπὲρ τούτου τί ἄλλο ἀνάγκη γράφειν ἐπιστολὰς ὡς ὑπὲρ νεκροῦτὸ πτῶμα ἡμῖν χάρισαι τοῦ δεῖνος καὶ ξέστην αἱματίου;’ [34] τῷ γὰρ ὄντι πτῶμα τοιοῦτός ἐστι καὶ ξέστης αἱματίου, πλέον δ᾽ οὐδέν. εἰ δ᾽ ἦν πλέον τι, ᾐσθάνετ᾽ ἄν, ὅτι ἄλλος δι᾽ ἄλλον οὐ δυστυχεῖ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: