previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ποσαχῶς αἱ φαντασίαι γίνονται καὶ τίνα πρόχειρα πρὸς αὐτὰς βοηθήματα παρασκευαστέον.

τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν: γὰρ ἔστι τινὰ καὶ οὕτως φαίνεται οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἔστι καὶ οὐ φαίνεται οὐκ ἔστι καὶ φαίνεται. [2] λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου. τι δ᾽ ἂν τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγωμεν τὴν βοήθειαν: [3] εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθ᾽ ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοήθειαν ζητῶμεν: εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον. [4] τί οὖν πρὸς ἔθος ἔστιν εὑρίσκειν βοήθημα; [5] τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντωντάλας ἐκεῖνος, ἀπέθανεν: ἀπώλετο πατὴρ αὐτοῦ, μήτηρ: ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος καὶ ἐπὶ ξένης.’ [6] ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπασον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγμένας καὶ προχείρους ἔχειν δεῖ.

[7] ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον θάνατος. τί γὰρ ποιήσω; [8] ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵν᾽ οὕτως γενναίως εἴπωἀπελθὼν αὐτὸς ἀριστεῦσαι θέλω ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι: εἰ μὴ δύναμαι κατορθῶσαί τι αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον:’ ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς ἡμᾶς; [9] καὶ ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μηνύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παραβάλλει, μηνύσατε ἐπαοιδήν: εἰ μὴ ἔχω, τί με θέλετε ποιεῖν; [10] οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν: τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλ᾽ ἀποθάνω πενθῶν καὶ τρέμων; αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γίνεσθαι. [11] ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι: εἰ δὲ μή, τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω. [12] πέφυκε γὰρ ἄνθρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπομένειν περιπίπτειν τῷ κακῷ. [13] εἶτα τὸ τελευταῖον, ὅταν μήτε τὰ πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους: εἰ γὰρ μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς; [14]ναί: ἀλλ᾽ ἀσεβὴς ἔσῃ.’ τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν; τὸ σύνολον ἐκείνου μεμνῆσθαι, ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐσεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα; [15]

ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαικός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς ταῦτα οὐδὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ. [16] εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα: τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον; πῶς μὲν αἴσθησις γίνεται, [17] πρότερον δι᾽ ὅλων ἀπὸ μέρους, ἴσως οὐκ οἶδα ἀπολογίσασθαι, ταράσσει δέ με ἀμφότερα. ὅτι δ᾽ ἐγὼ καὶ σὺ οὐκ ἐσμὲν οἱ αὐτοί, λίαν ἀκριβῶς οἶδα. [18] πόθεν τοῦτο; οὐδέποτε καταπίνειν τι θέλων ἐκεῖ φέρω τὸν ψωμόν, ἀλλ᾽ ὧδε: οὐδέποτ᾽ ἄρτον θέλων λαβεῖν τὸ σάρον ἔλαβον, ἀλλ᾽ ἀεὶ ἐπὶ τὸν ἄρτον ἔρχομαι ὡς πρὸς σκοπόν. [19] ὑμεῖς δ᾽ αὐτοὶ οἱ τὰς αἰσθήσεις ἀναιροῦντες ἄλλο τι ποιεῖτε; τίς ὑμῶν εἰς βαλανεῖον ἀπελθεῖν θέλων εἰς μυλῶνα ἀπῆλθεν; [20]τί οὖν; οὐ δεῖ κατὰ δύναμιν καὶ τούτων ἀντέχεσθαι, τοῦ τηρῆσαι τὴν συνήθειαν, τοῦ πεφράχθαι πρὸς τὰ κατ᾽ αὐτῆς; [21]καὶ τίς ἀντιλέγει; ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα: τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμενον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: