Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[104] καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν, Λεπίδῳ δὲ αὖθις ἐκ Λιβύης ἦγον αἱ ὁλκάδες τὰ λοιπὰ τοῦ στρατοῦ τέλη τέσσαρα. καὶ αὐταῖς ὑπήντα πελάγιος ἐκ Πομπηίου Παπίας καὶ διέφθειρεν ὡς φιλίους δεχομένας: ᾤοντο γὰρ σφίσι τὰς Λεπίδου συναντᾶν. αἱ δὲ βραδέως τε ὑπὸ τοῦ Λεπίδου καθείλκοντο, καὶ ὕστερον αὐτὰς προσιούσας αἱ ὁλκάδες ὡς καὶ τάσδε ἄλλας πολεμίας ἐξέκλιναν, ἕως αἱ μὲν ἐκαύθησαν, αἱ δ᾽ ἐλήφθησαν, αἱ δ᾽ ἀνετράπησαν, αἱ δ᾽ ἐς Λιβύην ἀνέπλευσαν. τοῦ δὲ στρατοῦ δύο μὲν τέλη διώλετο ἐν τῇ θαλάσσῃ, καί, εἴ τινες αὐτῶν ἐξενήχοντο, καὶ τούσδε Τισιηνὸς ὁ τοῦ Πομπηίου στρατηγὸς ἐκνέοντας ἐπὶ τὴν γῆν διέφθειρεν: οἱ δὲ λοιποὶ πρὸς Λέπιδον κατήχθησαν, οἱ μὲν αὐτίκα, οἱ δ᾽ ὕστερον. καὶ Παπίας ἀπέπλευσε πρὸς Πομπήιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.