This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[56] ὁ δὲ Ἀραβίων ἐν τούτῳ πετροβάταις ἀνδράσιν ἀνέρπουσι διὰ κρημνῶν ἐς τὸ στρατόπεδον τοῦ Κορνιφικίου παρέδυ λαθών. καὶ Ῥώσκιος μὲν ὁ φύλαξ, τοῦ χάρακος ἁλισκομένου, τῶν ὑπασπιστῶν τινι τὴν σφαγὴν ὑπέσχε καὶ ἀνῃρέθη, ὁ δὲ Κορνιφίκιος τῇ μάχῃ κάμνων μετεπήδα πρὸς Λαίλιον ἐς τὸν κολωνόν, οὐκ εἰδώς πω περὶ τοῦ στρατοπέδου: μεταπηδῶντα δ᾽ αὐτὸν οἱ τοῦ Ἀραβίωνος ἱππέες ἐπιδραμόντες ἔκτειναν. καὶ γιγνόμενα ταῦτα ὁ Λαίλιος ἀπὸ τοῦ λόφου καθορῶν ἑαυτὸν διεχρήσατο. τῶν δ᾽ ἀρχόντων πεσόντων ὁ στρατὸς κατὰ μέρη διέφυγεν: καὶ ὅσοι τῶν προγεγραμμένων ἦσαν παρὰ τῷ Κορνιφικίῳ, οἱ μὲν ἐς Σικελίαν διέπλεον, οἱ δ᾽ ὅπῃ δύναιντο ἕκαστος. ὁ δὲ Σέξστιος Ἀραβίωνα μὲν καὶ τοὺς Σιττιανοὺς ἐδωρεῖτο πολλοῖς λαφύροις, τὰς δὲ πόλεις τῷ Καίσαρι καθίστατο, συγγινώσκων ἁπάσαις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.