previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[18] Ἀννᾶλιν ἕτερον στρατηγόν, τῷ παιδὶ μετιόντι ταμιείαν συμπεριθέοντα καὶ τοὺς ψηφιουμένους παρακαλοῦντα, οἵ τε συνόντες φίλοι καὶ οἱ τὰ σημεῖα τῆς ἀρχῆς φέροντες ἀπεδίδρασκον, πυθόμενοι προσγεγράφθαι τοῖς πίναξι τὸν Ἀννᾶλιν. δὲ ἐς πελάτην ἑαυτοῦ τινα φυγών, βραχὺ καὶ εὐτελὲς ἦν τέγος ἐν προαστείῳ καὶ διὰ πάντα εὐκαταφρόνητον, ἐκρύπτετο ἀσφαλῶς, μέχρι τοὺς σφαγέας υἱὸς αὐτοῦ, τὴν φυγὴν ἐς τὸν πελάτην ὑποτοπήσας, ὡδήγησεν ὑπὸ τὸ τέγος, καὶ παρὰ τῶν τριῶν ἀνδρῶν τήν τε οὐσίαν ἔλαβε τοῦ πατρὸς καὶ ἐς ἀγορανομίαν ᾑρέθη. ἀναλύοντα δὲ αὐτὸν ἐκ μέθης στρατιῶταί τι προσκρούσαντες ἔκτειναν, οἳ καὶ τὸν πατέρα ἀνῃρήκεσαν.

Θουράνιος δὲ οὐ στρατηγῶν μὲν ἔτι, ἀλλ᾽ ἐστρατηγηκώς, πατὴρ δὲ νεανίου τὰ μὲν ἄλλα ἀκολάστου, δυναστεύοντος δὲ παρ᾽ Ἀντωνίῳ, τοὺς λοχαγοὺς ἠξίου τὴν σφαγὴν ἐπισχεῖν οἱ πρὸς ὀλίγον, ἔστε αὐτὸν υἱὸς αἰτήσαιτο παρ᾽ Ἀντωνίου. οἱ δ᾽ ἐπιγελάσαντεςᾔτησεν,’ εἶπον, ‘ἀλλ᾽ ἐπὶ θάτερα.’ καὶ συνεὶς πρεσβύτης ἕτερον αὐτίκα βραχύτατον ᾔτει διάστημα, μέχρις οὗ τὴν θυγατέρα ἴδοι: ἰδὼν δὲ ἐκέλευε μὴ μετασχεῖν τῶν πατρῴων, μὴ κἀκείνην ἀδελφὸς αἰτήσαιτο παρὰ Ἀντωνίου. συνέβη δὲ καὶ τῷδε τὴν οὐσίαν ἐς αἰσχρὰ δαπανῆσαι καὶ κλοπῆς ἁλόντι φυγεῖν ἐκ καταδίκης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: