previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[91] ἡμεῖς γὰρ Καίσαρα ἐν μὲν τοῖς πολέμοις συστρατευόμενοί τε αὐτῷ μεθ᾽ ὑμῶν καὶ στρατηγοῦντες ἐπὶ μέγα ᾔρομεν καὶ φίλοι διετελοῦμεν ὄντες, ὡς μὴ δοκεῖν αὐτὸν δι᾽ ἔχθραν ὑφ᾽ ἡμῶν ἐπιβεβουλεῦσθαι. τὰ δὲ ἐς τὴν εἰρήνην ἐπίμεμπτος ἦν, οὐχ ἡμῖν τοῖς φίλοις, ἐπεὶ κἀν τούτοις προετιμώμεθα, ἀλλὰ τοῖς νόμοις καὶ τῷ κόσμῳ τῆς πολιτείας, ὧν οὐδεὶς νόμος οὔτε ἀριστοκρατικὸς κύριος οὔτε δημοτικὸς ἔτι ἦν: ἅπερ ἅπαντα οἱ πατέρες ἡμῶν ἥρμοσαν, ὅτε τοὺς βασιλέας ἐκβαλόντες ἐπώμοσαν καὶ ἐπηράσαντο οὐκ ἀνέξεσθαι βασιλέων ἐς τὸ μέλλον ἑτέρων. τινι ὅρκῳ βοηθοῦντες οἱ τῶν ὀμωμοκότων ἔκγονοι καὶ τὰς ἀρὰς ἀπερύκοντες ἀφ᾽ ἑαυτῶν οὐχ ὑπεμείναμεν ἐς πολὺ περιιδεῖν ἕνα ἄνδρα, εἰ καὶ φίλος ἦν ἡμῖν καὶ χρήσιμος, τά τε κοινὰ χρήματα καὶ στρατόπεδα καὶ χειροτονίας ἀρχῶν ἀπὸ τοῦ δήμου καὶ ἡγεμονίας ἐθνῶν ἀπὸ τῆς βουλῆς ἐς ἑαυτὸν περιφέροντα καὶ νόμον ἀντὶ τῶν νόμων καὶ κύριον ἀντὶ τοῦ δήμου καὶ αὐτοκράτορα ἀντὶ τῆς βουλῆς γιγνόμενον ἐς ἅπαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: