previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[104] δι᾽ καὶ Καῖσαρ αὐτὸς ἐβράδυνεν, ἔστε πού τι αὐτῷ κατασκεπτομένῳ προσπελάσας Πομπήιος ὠνείδισεν ἐς δειλίαν. καὶ τὸ ὄνειδος οὐκ ἐνεγκὼν Καῖσαρ ἐξέτασσε παρὰ πόλιν Κορδύβην, σύνθημα καὶ τότε δοὺς Ἀφροδίτην: ἔδωκε δὲ καὶ Πομπήιος Εὐσέβειαν. ὡς δὲ καὶ συνιόντων ἤδη τοῦ Καίσαρος στρατοῦ τὸ δέος ἥπτετο καὶ ὄκνος ἐπεγίγνετο τῷ φόβῳ, θεοὺς πάντας Καῖσαρ ἱκέτευε, τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνίσχων, μὴ ἑνὶ πόνῳ τῷδε πολλὰ καὶ λαμπρὰ ἔργα μιῆναι, καὶ τοὺς στρατιώτας ἐπιθέων παρεκάλει τό τε κράνος τῆς κεφαλῆς ἀφαιρῶν ἐς πρόσωπον ἐδυσώπει καὶ προύτρεπεν. οἱ δὲ οὐδ᾽ ὥς τι μετέβαλλον ἀπὸ τοῦ δέους, ἕως Καῖσαρ αὐτὸς ἁρπάσας τινὸς ἀσπίδα καὶ τοῖς ἀμφ᾽ αὐτὸν ἡγεμόσιν εἰπών: ‘ἔσται τοῦτο τέλος ἐμοί τε τοῦ βίου καὶ ὑμῖν τῶν στρατειῶν,’ προύδραμε τῆς τάξεως ἐς τοὺς πολεμίους ἐπὶ τοσοῦτον, ὡς μόνους αὐτῶν ἀποσχεῖν δέκα πόδας καὶ διακόσια αὐτῷ δόρατα ἐπιβληθῆναι καὶ τούτων τὰ μὲν αὐτὸν ἐκκλῖναι, τὰ δὲ ἐς τὴν ἀσπίδα ἀναδέξασθαι. τότε γὰρ δὴ τῶν τε ἡγεμόνων προθέων ἕκαστος ἵστατο παρ᾽ αὐτόν, καὶ στρατὸς ἅπας ἐμπεσὼν μετὰ ὁρμῆς ὅλην ἠγωνίζετο τὴν ἡμέραν, προύχων τε καὶ ἡττώμενος αἰεὶ παρὰ μέρος, μέχρις ἐς ἑσπέραν μόλις ἐνίκησεν, ὅτε καὶ φασὶν αὐτὸν εἰπεῖν, ὅτι πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ καὶ περὶ ψυχῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), CO´RDUBA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: